« Prev 1 Corinthians 2 Next »

Chapter 2

1καγω ελθων προς υμας αδελφοι ηλθον ου καθ υπεροχην λογου η σοφιας καταγγελλων υμιν το μυστηριον του θεου 2ου γαρ εκρινα τι ειδεναι εν υμιν ει μη ιησουν χριστον και τουτον εσταυρωμενον 3καγω εν ασθενεια και εν φοβω και εν τρομω πολλω εγενομην προς υμας 4και ο λογος μου και το κηρυγμα μου ουκ εν πειθοις σοφιας λογοις αλλ εν αποδειξει πνευματος και δυναμεως 5ινα η πιστις υμων μη η εν σοφια ανθρωπων αλλ εν δυναμει θεου 6σοφιαν δε λαλουμεν εν τοις τελειοις σοφιαν δε ου του αιωνος τουτου ουδε των αρχοντων του αιωνος τουτου των καταργουμενων 7αλλα λαλουμεν θεου σοφιαν εν μυστηριω την αποκεκρυμμενην ην προωρισεν ο θεος προ των αιωνων εις δοξαν ημων 8ην ουδεις των αρχοντων του αιωνος τουτου εγνωκεν ει γαρ εγνωσαν ουκ αν τον κυριον της δοξης εσταυρωσαν 9αλλα καθως γεγραπται α οφθαλμος ουκ ειδεν και ους ουκ ηκουσεν και επι καρδιαν ανθρωπου ουκ ανεβη οσα ητοιμασεν ο θεος τοις αγαπωσιν αυτον 10ημιν γαρ απεκαλυψεν ο θεος δια του πνευματος το γαρ πνευμα παντα εραυνα και τα βαθη του θεου 11τις γαρ οιδεν ανθρωπων τα του ανθρωπου ει μη το πνευμα του ανθρωπου το εν αυτω ουτως και τα του θεου ουδεις εγνωκεν ει μη το πνευμα του θεου 12ημεις δε ου το πνευμα του κοσμου ελαβομεν αλλα το πνευμα το εκ του θεου ινα ειδωμεν τα υπο του θεου χαρισθεντα ημιν 13α και λαλουμεν ουκ εν διδακτοις ανθρωπινης σοφιας λογοις αλλ εν διδακτοις πνευματος πνευματικοις πνευματικα συγκρινοντες 14ψυχικος δε ανθρωπος ου δεχεται τα του πνευματος του θεου μωρια γαρ αυτω εστιν και ου δυναται γνωναι οτι πνευματικως ανακρινεται 15ο δε πνευματικος ανακρινει μεν παντα αυτος δε υπ ουδενος ανακρινεται 16τις γαρ εγνω νουν κυριου ος συμβιβασει αυτον ημεις δε νουν χριστου εχομεν

« Prev 1 Corinthians 2 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |