« Prev 1 Corinthians 1 Next »

Chapter 1

1παυλος κλητος αποστολος ιησου χριστου δια θεληματος θεου και σωσθενης ο αδελφος 2τη εκκλησια του θεου τη ουση εν κορινθω ηγιασμενοις εν χριστω ιησου κλητοις αγιοις συν πασιν τοις επικαλουμενοις το ονομα του κυριου ημων ιησου χριστου εν παντι τοπω αυτων και ημων 3χαρις υμιν και ειρηνη απο θεου πατρος ημων και κυριου ιησου χριστου 4ευχαριστω τω θεω παντοτε περι υμων επι τη χαριτι του θεου τη δοθειση υμιν εν χριστω ιησου 5οτι εν παντι επλουτισθητε εν αυτω εν παντι λογω και παση γνωσει 6καθως το μαρτυριον του χριστου εβεβαιωθη εν υμιν 7ωστε υμας μη υστερεισθαι εν μηδενι χαρισματι απεκδεχομενους την αποκαλυψιν του κυριου ημων ιησου χριστου 8ος και βεβαιωσει υμας εως τελους ανεγκλητους εν τη ημερα του κυριου ημων ιησου [χριστου] 9πιστος ο θεος δι ου εκληθητε εις κοινωνιαν του υιου αυτου ιησου χριστου του κυριου ημων 10παρακαλω δε υμας αδελφοι δια του ονοματος του κυριου ημων ιησου χριστου ινα το αυτο λεγητε παντες και μη η εν υμιν σχισματα ητε δε κατηρτισμενοι εν τω αυτω νοι και εν τη αυτη γνωμη 11εδηλωθη γαρ μοι περι υμων αδελφοι μου υπο των χλοης οτι εριδες εν υμιν εισιν 12λεγω δε τουτο οτι εκαστος υμων λεγει εγω μεν ειμι παυλου εγω δε απολλω εγω δε κηφα εγω δε χριστου 13μεμερισται ο χριστος μη παυλος εσταυρωθη υπερ υμων η εις το ονομα παυλου εβαπτισθητε 14ευχαριστω οτι ουδενα υμων εβαπτισα ει μη κρισπον και γαιον 15ινα μη τις ειπη οτι εις το εμον ονομα εβαπτισθητε 16εβαπτισα δε και τον στεφανα οικον λοιπον ουκ οιδα ει τινα αλλον εβαπτισα 17ου γαρ απεστειλεν με χριστος βαπτιζειν αλλα ευαγγελιζεσθαι ουκ εν σοφια λογου ινα μη κενωθη ο σταυρος του χριστου 18ο λογος γαρ ο του σταυρου τοις μεν απολλυμενοις μωρια εστιν τοις δε σωζομενοις ημιν δυναμις θεου εστιν 19γεγραπται γαρ απολω την σοφιαν των σοφων και την συνεσιν των συνετων αθετησω 20που σοφος που γραμματευς που συζητητης του αιωνος τουτου ουχι εμωρανεν ο θεος την σοφιαν του κοσμου 21επειδη γαρ εν τη σοφια του θεου ουκ εγνω ο κοσμος δια της σοφιας τον θεον ευδοκησεν ο θεος δια της μωριας του κηρυγματος σωσαι τους πιστευοντας 22επειδη και ιουδαιοι σημεια αιτουσιν και ελληνες σοφιαν ζητουσιν 23ημεις δε κηρυσσομεν χριστον εσταυρωμενον ιουδαιοις μεν σκανδαλον εθνεσιν δε μωριαν 24αυτοις δε τοις κλητοις ιουδαιοις τε και ελλησιν χριστον θεου δυναμιν και θεου σοφιαν 25οτι το μωρον του θεου σοφωτερον των ανθρωπων εστιν και το ασθενες του θεου ισχυροτερον των ανθρωπων 26βλεπετε γαρ την κλησιν υμων αδελφοι οτι ου πολλοι σοφοι κατα σαρκα ου πολλοι δυνατοι ου πολλοι ευγενεις 27αλλα τα μωρα του κοσμου εξελεξατο ο θεος ινα καταισχυνη τους σοφους και τα ασθενη του κοσμου εξελεξατο ο θεος ινα καταισχυνη τα ισχυρα 28και τα αγενη του κοσμου και τα εξουθενημενα εξελεξατο ο θεος [και] τα μη οντα ινα τα οντα καταργηση 29οπως μη καυχησηται πασα σαρξ ενωπιον του θεου 30εξ αυτου δε υμεις εστε εν χριστω ιησου ος εγενηθη σοφια ημιν απο θεου δικαιοσυνη τε και αγιασμος και απολυτρωσις 31ινα καθως γεγραπται ο καυχωμενος εν κυριω καυχασθω

« Prev 1 Corinthians 1 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |