« Prev Romans 11 Next »

Chapter 11

1λεγω ουν μη απωσατο ο θεος τον λαον αυτου μη γενοιτο και γαρ εγω ισραηλιτης ειμι εκ σπερματος αβρααμ φυλης βενιαμιν 2ουκ απωσατο ο θεος τον λαον αυτου ον προεγνω η ουκ οιδατε εν ηλια τι λεγει η γραφη ως εντυγχανει τω θεω κατα του ισραηλ 3κυριε τους προφητας σου απεκτειναν τα θυσιαστηρια σου κατεσκαψαν καγω υπελειφθην μονος και ζητουσιν την ψυχην μου 4αλλα τι λεγει αυτω ο χρηματισμος κατελιπον εμαυτω επτακισχιλιους ανδρας οιτινες ουκ εκαμψαν γονυ τη βααλ 5ουτως ουν και εν τω νυν καιρω λειμμα κατ εκλογην χαριτος γεγονεν 6ει δε χαριτι ουκετι εξ εργων επει η χαρις ουκετι γινεται χαρις 7τι ουν ο επιζητει ισραηλ τουτο ουκ επετυχεν η δε εκλογη επετυχεν οι δε λοιποι επωρωθησαν 8καθαπερ γεγραπται εδωκεν αυτοις ο θεος πνευμα κατανυξεως οφθαλμους του μη βλεπειν και ωτα του μη ακουειν εως της σημερον ημερας 9και δαυιδ λεγει γενηθητω η τραπεζα αυτων εις παγιδα και εις θηραν και εις σκανδαλον και εις ανταποδομα αυτοις 10σκοτισθητωσαν οι οφθαλμοι αυτων του μη βλεπειν και τον νωτον αυτων δια παντος συγκαμψον 11λεγω ουν μη επταισαν ινα πεσωσιν μη γενοιτο αλλα τω αυτων παραπτωματι η σωτηρια τοις εθνεσιν εις το παραζηλωσαι αυτους 12ει δε το παραπτωμα αυτων πλουτος κοσμου και το ηττημα αυτων πλουτος εθνων ποσω μαλλον το πληρωμα αυτων 13υμιν δε λεγω τοις εθνεσιν εφ οσον μεν ουν ειμι εγω εθνων αποστολος την διακονιαν μου δοξαζω 14ει πως παραζηλωσω μου την σαρκα και σωσω τινας εξ αυτων 15ει γαρ η αποβολη αυτων καταλλαγη κοσμου τις η προσλημψις ει μη ζωη εκ νεκρων 16ει δε η απαρχη αγια και το φυραμα και ει η ριζα αγια και οι κλαδοι 17ει δε τινες των κλαδων εξεκλασθησαν συ δε αγριελαιος ων ενεκεντρισθης εν αυτοις και συγκοινωνος της ριζης της πιοτητος της ελαιας εγενου 18μη κατακαυχω των κλαδων ει δε κατακαυχασαι ου συ την ριζαν βασταζεις αλλα η ριζα σε 19ερεις ουν εξεκλασθησαν κλαδοι ινα εγω εγκεντρισθω 20καλως τη απιστια εξεκλασθησαν συ δε τη πιστει εστηκας μη υψηλα φρονει αλλα φοβου 21ει γαρ ο θεος των κατα φυσιν κλαδων ουκ εφεισατο ουδε σου φεισεται 22ιδε ουν χρηστοτητα και αποτομιαν θεου επι μεν τους πεσοντας αποτομια επι δε σε χρηστοτης θεου εαν επιμενης τη χρηστοτητι επει και συ εκκοπηση 23κακεινοι δε εαν μη επιμενωσιν τη απιστια εγκεντρισθησονται δυνατος γαρ εστιν ο θεος παλιν εγκεντρισαι αυτους 24ει γαρ συ εκ της κατα φυσιν εξεκοπης αγριελαιου και παρα φυσιν ενεκεντρισθης εις καλλιελαιον ποσω μαλλον ουτοι οι κατα φυσιν εγκεντρισθησονται τη ιδια ελαια 25ου γαρ θελω υμας αγνοειν αδελφοι το μυστηριον τουτο ινα μη ητε εν εαυτοις φρονιμοι οτι πωρωσις απο μερους τω ισραηλ γεγονεν αχρις ου το πληρωμα των εθνων εισελθη 26και ουτως πας ισραηλ σωθησεται καθως γεγραπται ηξει εκ σιων ο ρυομενος αποστρεψει ασεβειας απο ιακωβ 27και αυτη αυτοις η παρ εμου διαθηκη οταν αφελωμαι τας αμαρτιας αυτων 28κατα μεν το ευαγγελιον εχθροι δι υμας κατα δε την εκλογην αγαπητοι δια τους πατερας 29αμεταμελητα γαρ τα χαρισματα και η κλησις του θεου 30ωσπερ γαρ υμεις ποτε ηπειθησατε τω θεω νυν δε ηλεηθητε τη τουτων απειθεια 31ουτως και ουτοι νυν ηπειθησαν τω υμετερω ελεει ινα και αυτοι νυν ελεηθωσιν 32συνεκλεισεν γαρ ο θεος τους παντας εις απειθειαν ινα τους παντας ελεηση 33ω βαθος πλουτου και σοφιας και γνωσεως θεου ως ανεξεραυνητα τα κριματα αυτου και ανεξιχνιαστοι αι οδοι αυτου 34τις γαρ εγνω νουν κυριου η τις συμβουλος αυτου εγενετο 35η τις προεδωκεν αυτω και ανταποδοθησεται αυτω 36οτι εξ αυτου και δι αυτου και εις αυτον τα παντα αυτω η δοξα εις τους αιωνας αμην

« Prev Romans 11 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |