« Prev Romans 12 Next »

Chapter 12

1παρακαλω ουν υμας αδελφοι δια των οικτιρμων του θεου παραστησαι τα σωματα υμων θυσιαν ζωσαν αγιαν τω θεω ευαρεστον την λογικην λατρειαν υμων 2και μη συσχηματιζεσθε τω αιωνι τουτω αλλα μεταμορφουσθε τη ανακαινωσει του νοος εις το δοκιμαζειν υμας τι το θελημα του θεου το αγαθον και ευαρεστον και τελειον 3λεγω γαρ δια της χαριτος της δοθεισης μοι παντι τω οντι εν υμιν μη υπερφρονειν παρ ο δει φρονειν αλλα φρονειν εις το σωφρονειν εκαστω ως ο θεος εμερισεν μετρον πιστεως 4καθαπερ γαρ εν ενι σωματι πολλα μελη εχομεν τα δε μελη παντα ου την αυτην εχει πραξιν 5ουτως οι πολλοι εν σωμα εσμεν εν χριστω το δε καθ εις αλληλων μελη 6εχοντες δε χαρισματα κατα την χαριν την δοθεισαν ημιν διαφορα ειτε προφητειαν κατα την αναλογιαν της πιστεως 7ειτε διακονιαν εν τη διακονια ειτε ο διδασκων εν τη διδασκαλια 8ειτε ο παρακαλων εν τη παρακλησει ο μεταδιδους εν απλοτητι ο προισταμενος εν σπουδη ο ελεων εν ιλαροτητι 9η αγαπη ανυποκριτος αποστυγουντες το πονηρον κολλωμενοι τω αγαθω 10τη φιλαδελφια εις αλληλους φιλοστοργοι τη τιμη αλληλους προηγουμενοι 11τη σπουδη μη οκνηροι τω πνευματι ζεοντες τω κυριω δουλευοντες 12τη ελπιδι χαιροντες τη θλιψει υπομενοντες τη προσευχη προσκαρτερουντες 13ταις χρειαις των αγιων κοινωνουντες την φιλοξενιαν διωκοντες 14ευλογειτε τους διωκοντας ευλογειτε και μη καταρασθε 15χαιρειν μετα χαιροντων κλαιειν μετα κλαιοντων 16το αυτο εις αλληλους φρονουντες μη τα υψηλα φρονουντες αλλα τοις ταπεινοις συναπαγομενοι μη γινεσθε φρονιμοι παρ εαυτοις 17μηδενι κακον αντι κακου αποδιδοντες προνοουμενοι καλα ενωπιον παντων ανθρωπων 18ει δυνατον το εξ υμων μετα παντων ανθρωπων ειρηνευοντες 19μη εαυτους εκδικουντες αγαπητοι αλλα δοτε τοπον τη οργη γεγραπται γαρ εμοι εκδικησις εγω ανταποδωσω λεγει κυριος 20αλλα εαν πεινα ο εχθρος σου ψωμιζε αυτον εαν διψα ποτιζε αυτον τουτο γαρ ποιων ανθρακας πυρος σωρευσεις επι την κεφαλην αυτου 21μη νικω υπο του κακου αλλα νικα εν τω αγαθω το κακον

« Prev Romans 12 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |