« Prev Revelation 21 Next »

Chapter 21

1και ειδον ουρανον καινον και γην καινην ο γαρ πρωτος ουρανος και η πρωτη γη απηλθαν και η θαλασσα ουκ εστιν ετι 2και την πολιν την αγιαν ιερουσαλημ καινην ειδον καταβαινουσαν εκ του ουρανου απο του θεου ητοιμασμενην ως νυμφην κεκοσμημενην τω ανδρι αυτης 3και ηκουσα φωνης μεγαλης εκ του θρονου λεγουσης ιδου η σκηνη του θεου μετα των ανθρωπων και σκηνωσει μετ αυτων και αυτοι λαοι αυτου εσονται και αυτος ο θεος μετ αυτων εσται 4και εξαλειψει παν δακρυον εκ των οφθαλμων αυτων και ο θανατος ουκ εσται ετι ουτε πενθος ουτε κραυγη ουτε πονος ουκ εσται ετι τα πρωτα απηλθαν 5και ειπεν ο καθημενος επι τω θρονω ιδου καινα ποιω παντα και λεγει γραψον οτι ουτοι οι λογοι πιστοι και αληθινοι εισιν 6και ειπεν μοι γεγοναν εγω το αλφα και το ω η αρχη και το τελος εγω τω διψωντι δωσω εκ της πηγης του υδατος της ζωης δωρεαν 7ο νικων κληρονομησει ταυτα και εσομαι αυτω θεος και αυτος εσται μοι υιος 8τοις δε δειλοις και απιστοις και εβδελυγμενοις και φονευσιν και πορνοις και φαρμακοις και ειδωλολατραις και πασιν τοις ψευδεσιν το μερος αυτων εν τη λιμνη τη καιομενη πυρι και θειω ο εστιν ο θανατος ο δευτερος 9και ηλθεν εις εκ των επτα αγγελων των εχοντων τας επτα φιαλας των γεμοντων των επτα πληγων των εσχατων και ελαλησεν μετ εμου λεγων δευρο δειξω σοι την νυμφην την γυναικα του αρνιου 10και απηνεγκεν με εν πνευματι επι ορος μεγα και υψηλον και εδειξεν μοι την πολιν την αγιαν ιερουσαλημ καταβαινουσαν εκ του ουρανου απο του θεου 11εχουσαν την δοξαν του θεου ο φωστηρ αυτης ομοιος λιθω τιμιωτατω ως λιθω ιασπιδι κρυσταλλιζοντι 12εχουσα τειχος μεγα και υψηλον εχουσα πυλωνας δωδεκα και επι τοις πυλωσιν αγγελους δωδεκα και ονοματα επιγεγραμμενα α εστιν των δωδεκα φυλων υιων ισραηλ 13απο ανατολης πυλωνες τρεις και απο βορρα πυλωνες τρεις και απο νοτου πυλωνες τρεις και απο δυσμων πυλωνες τρεις 14και το τειχος της πολεως εχων θεμελιους δωδεκα και επ αυτων δωδεκα ονοματα των δωδεκα αποστολων του αρνιου 15και ο λαλων μετ εμου ειχεν μετρον καλαμον χρυσουν ινα μετρηση την πολιν και τους πυλωνας αυτης και το τειχος αυτης 16και η πολις τετραγωνος κειται και το μηκος αυτης οσον το πλατος και εμετρησεν την πολιν τω καλαμω επι σταδιων δωδεκα χιλιαδων το μηκος και το πλατος και το υψος αυτης ισα εστιν 17και εμετρησεν το τειχος αυτης εκατον τεσσερακοντα τεσσαρων πηχων μετρον ανθρωπου ο εστιν αγγελου 18και η ενδωμησις του τειχους αυτης ιασπις και η πολις χρυσιον καθαρον ομοιον υαλω καθαρω 19οι θεμελιοι του τειχους της πολεως παντι λιθω τιμιω κεκοσμημενοι ο θεμελιος ο πρωτος ιασπις ο δευτερος σαπφιρος ο τριτος χαλκηδων ο τεταρτος σμαραγδος 20ο πεμπτος σαρδονυξ ο εκτος σαρδιον ο εβδομος χρυσολιθος ο ογδοος βηρυλλος ο ενατος τοπαζιον ο δεκατος χρυσοπρασος ο ενδεκατος υακινθος ο δωδεκατος αμεθυστος 21και οι δωδεκα πυλωνες δωδεκα μαργαριται ανα εις εκαστος των πυλωνων ην εξ ενος μαργαριτου και η πλατεια της πολεως χρυσιον καθαρον ως υαλος διαυγης 22και ναον ουκ ειδον εν αυτη ο γαρ κυριος ο θεος ο παντοκρατωρ ναος αυτης εστιν και το αρνιον 23και η πολις ου χρειαν εχει του ηλιου ουδε της σεληνης ινα φαινωσιν αυτη η γαρ δοξα του θεου εφωτισεν αυτην και ο λυχνος αυτης το αρνιον 24και περιπατησουσιν τα εθνη δια του φωτος αυτης και οι βασιλεις της γης φερουσιν την δοξαν αυτων εις αυτην 25και οι πυλωνες αυτης ου μη κλεισθωσιν ημερας νυξ γαρ ουκ εσται εκει 26και οισουσιν την δοξαν και την τιμην των εθνων εις αυτην 27και ου μη εισελθη εις αυτην παν κοινον και [ο] ποιων βδελυγμα και ψευδος ει μη οι γεγραμμενοι εν τω βιβλιω της ζωης του αρνιου

« Prev Revelation 21 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |