« Prev Revelation 22 Next »

Chapter 22

1και εδειξεν μοι ποταμον υδατος ζωης λαμπρον ως κρυσταλλον εκπορευομενον εκ του θρονου του θεου και του αρνιου 2εν μεσω της πλατειας αυτης και του ποταμου εντευθεν και εκειθεν ξυλον ζωης ποιουν καρπους δωδεκα κατα μηνα εκαστον αποδιδουν τον καρπον αυτου και τα φυλλα του ξυλου εις θεραπειαν των εθνων 3και παν καταθεμα ουκ εσται ετι και ο θρονος του θεου και του αρνιου εν αυτη εσται και οι δουλοι αυτου λατρευσουσιν αυτω 4και οψονται το προσωπον αυτου και το ονομα αυτου επι των μετωπων αυτων 5και νυξ ουκ εσται ετι και ουκ εχουσιν χρειαν φωτος λυχνου και φως ηλιου οτι κυριος ο θεος φωτισει [επ] αυτους και βασιλευσουσιν εις τους αιωνας των αιωνων 6και ειπεν μοι ουτοι οι λογοι πιστοι και αληθινοι και ο κυριος ο θεος των πνευματων των προφητων απεστειλεν τον αγγελον αυτου δειξαι τοις δουλοις αυτου α δει γενεσθαι εν ταχει 7και ιδου ερχομαι ταχυ μακαριος ο τηρων τους λογους της προφητειας του βιβλιου τουτου 8καγω ιωαννης ο ακουων και βλεπων ταυτα και οτε ηκουσα και εβλεψα επεσα προσκυνησαι εμπροσθεν των ποδων του αγγελου του δεικνυοντος μοι ταυτα 9και λεγει μοι ορα μη συνδουλος σου ειμι και των αδελφων σου των προφητων και των τηρουντων τους λογους του βιβλιου τουτου τω θεω προσκυνησον 10και λεγει μοι μη σφραγισης τους λογους της προφητειας του βιβλιου τουτου ο καιρος γαρ εγγυς εστιν 11ο αδικων αδικησατω ετι και ο ρυπαρος ρυπανθητω ετι και ο δικαιος δικαιοσυνην ποιησατω ετι και ο αγιος αγιασθητω ετι 12ιδου ερχομαι ταχυ και ο μισθος μου μετ εμου αποδουναι εκαστω ως το εργον εστιν αυτου 13εγω το αλφα και το ω ο πρωτος και ο εσχατος η αρχη και το τελος 14μακαριοι οι πλυνοντες τας στολας αυτων ινα εσται η εξουσια αυτων επι το ξυλον της ζωης και τοις πυλωσιν εισελθωσιν εις την πολιν 15εξω οι κυνες και οι φαρμακοι και οι πορνοι και οι φονεις και οι ειδωλολατραι και πας φιλων και ποιων ψευδος 16εγω ιησους επεμψα τον αγγελον μου μαρτυρησαι υμιν ταυτα επι ταις εκκλησιαις εγω ειμι η ριζα και το γενος δαυιδ ο αστηρ ο λαμπρος ο πρωινος 17και το πνευμα και η νυμφη λεγουσιν ερχου και ο ακουων ειπατω ερχου και ο διψων ερχεσθω ο θελων λαβετω υδωρ ζωης δωρεαν 18μαρτυρω εγω παντι τω ακουοντι τους λογους της προφητειας του βιβλιου τουτου εαν τις επιθη επ αυτα επιθησει ο θεος επ αυτον τας πληγας τας γεγραμμενας εν τω βιβλιω τουτω 19και εαν τις αφελη απο των λογων του βιβλιου της προφητειας ταυτης αφελει ο θεος το μερος αυτου απο του ξυλου της ζωης και εκ της πολεως της αγιας των γεγραμμενων εν τω βιβλιω τουτω 20λεγει ο μαρτυρων ταυτα ναι ερχομαι ταχυ αμην ερχου κυριε ιησου 21η χαρις του κυριου ιησου [χριστου] μετα των αγιων

« Prev Revelation 22 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |