« Prev Revelation 17 Next »

Chapter 17

1και ηλθεν εις εκ των επτα αγγελων των εχοντων τας επτα φιαλας και ελαλησεν μετ εμου λεγων δευρο δειξω σοι το κριμα της πορνης της μεγαλης της καθημενης επι υδατων πολλων 2μεθ ης επορνευσαν οι βασιλεις της γης και εμεθυσθησαν οι κατοικουντες την γην εκ του οινου της πορνειας αυτης 3και απηνεγκεν με εις ερημον εν πνευματι και ειδον γυναικα καθημενην επι θηριον κοκκινον γεμοντα ονοματα βλασφημιας εχων κεφαλας επτα και κερατα δεκα 4και η γυνη ην περιβεβλημενη πορφυρουν και κοκκινον και κεχρυσωμενη χρυσιω και λιθω τιμιω και μαργαριταις εχουσα ποτηριον χρυσουν εν τη χειρι αυτης γεμον βδελυγματων και τα ακαθαρτα της πορνειας αυτης 5και επι το μετωπον αυτης ονομα γεγραμμενον μυστηριον βαβυλων η μεγαλη η μητηρ των πορνων και των βδελυγματων της γης 6και ειδον την γυναικα μεθυουσαν εκ του αιματος των αγιων και εκ του αιματος των μαρτυρων ιησου και εθαυμασα ιδων αυτην θαυμα μεγα 7και ειπεν μοι ο αγγελος δια τι εθαυμασας εγω ερω σοι το μυστηριον της γυναικος και του θηριου του βασταζοντος αυτην του εχοντος τας επτα κεφαλας και τα δεκα κερατα 8το θηριον ο ειδες ην και ουκ εστιν και μελλει αναβαινειν εκ της αβυσσου και εις απωλειαν υπαγει και θαυμασθησονται οι κατοικουντες επι της γης ων ου γεγραπται το ονομα επι το βιβλιον της ζωης απο καταβολης κοσμου βλεποντων το θηριον οτι ην και ουκ εστιν και παρεσται 9ωδε ο νους ο εχων σοφιαν αι επτα κεφαλαι επτα ορη εισιν οπου η γυνη καθηται επ αυτων 10και βασιλεις επτα εισιν οι πεντε επεσαν ο εις εστιν ο αλλος ουπω ηλθεν και οταν ελθη ολιγον αυτον δει μειναι 11και το θηριον ο ην και ουκ εστιν και αυτος ογδοος εστιν και εκ των επτα εστιν και εις απωλειαν υπαγει 12και τα δεκα κερατα α ειδες δεκα βασιλεις εισιν οιτινες βασιλειαν ουπω ελαβον αλλα εξουσιαν ως βασιλεις μιαν ωραν λαμβανουσιν μετα του θηριου 13ουτοι μιαν γνωμην εχουσιν και την δυναμιν και εξουσιαν αυτων τω θηριω διδοασιν 14ουτοι μετα του αρνιου πολεμησουσιν και το αρνιον νικησει αυτους οτι κυριος κυριων εστιν και βασιλευς βασιλεων και οι μετ αυτου κλητοι και εκλεκτοι και πιστοι 15και λεγει μοι τα υδατα α ειδες ου η πορνη καθηται λαοι και οχλοι εισιν και εθνη και γλωσσαι 16και τα δεκα κερατα α ειδες και το θηριον ουτοι μισησουσιν την πορνην και ηρημωμενην ποιησουσιν αυτην και γυμνην και τας σαρκας αυτης φαγονται και αυτην κατακαυσουσιν [εν] πυρι 17ο γαρ θεος εδωκεν εις τας καρδιας αυτων ποιησαι την γνωμην αυτου και ποιησαι μιαν γνωμην και δουναι την βασιλειαν αυτων τω θηριω αχρι τελεσθησονται οι λογοι του θεου 18και η γυνη ην ειδες εστιν η πολις η μεγαλη η εχουσα βασιλειαν επι των βασιλεων της γης

« Prev Revelation 17 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |