« Prev Revelation 16 Next »

Chapter 16

1και ηκουσα μεγαλης φωνης εκ του ναου λεγουσης τοις επτα αγγελοις υπαγετε και εκχεετε τας επτα φιαλας του θυμου του θεου εις την γην 2και απηλθεν ο πρωτος και εξεχεεν την φιαλην αυτου εις την γην και εγενετο ελκος κακον και πονηρον επι τους ανθρωπους τους εχοντας το χαραγμα του θηριου και τους προσκυνουντας τη εικονι αυτου 3και ο δευτερος εξεχεεν την φιαλην αυτου εις την θαλασσαν και εγενετο αιμα ως νεκρου και πασα ψυχη ζωης απεθανεν τα εν τη θαλασση 4και ο τριτος εξεχεεν την φιαλην αυτου εις τους ποταμους και τας πηγας των υδατων και εγενετο αιμα 5και ηκουσα του αγγελου των υδατων λεγοντος δικαιος ει ο ων και ο ην [ο] οσιος οτι ταυτα εκρινας 6οτι αιμα αγιων και προφητων εξεχεαν και αιμα αυτοις δεδωκας πιειν αξιοι εισιν 7και ηκουσα του θυσιαστηριου λεγοντος ναι κυριε ο θεος ο παντοκρατωρ αληθιναι και δικαιαι αι κρισεις σου 8και ο τεταρτος εξεχεεν την φιαλην αυτου επι τον ηλιον και εδοθη αυτω καυματισαι τους ανθρωπους εν πυρι 9και εκαυματισθησαν οι ανθρωποι καυμα μεγα και εβλασφημησαν το ονομα του θεου του εχοντος την εξουσιαν επι τας πληγας ταυτας και ου μετενοησαν δουναι αυτω δοξαν 10και ο πεμπτος εξεχεεν την φιαλην αυτου επι τον θρονον του θηριου και εγενετο η βασιλεια αυτου εσκοτωμενη και εμασωντο τας γλωσσας αυτων εκ του πονου 11και εβλασφημησαν τον θεον του ουρανου εκ των πονων αυτων και εκ των ελκων αυτων και ου μετενοησαν εκ των εργων αυτων 12και ο εκτος εξεχεεν την φιαλην αυτου επι τον ποταμον τον μεγαν [τον] ευφρατην και εξηρανθη το υδωρ αυτου ινα ετοιμασθη η οδος των βασιλεων των απο ανατολης ηλιου 13και ειδον εκ του στοματος του δρακοντος και εκ του στοματος του θηριου και εκ του στοματος του ψευδοπροφητου πνευματα τρια ακαθαρτα ως βατραχοι 14εισιν γαρ πνευματα δαιμονιων ποιουντα σημεια α εκπορευεται επι τους βασιλεις της οικουμενης ολης συναγαγειν αυτους εις τον πολεμον της ημερας της μεγαλης του θεου του παντοκρατορος 15ιδου ερχομαι ως κλεπτης μακαριος ο γρηγορων και τηρων τα ιματια αυτου ινα μη γυμνος περιπατη και βλεπωσιν την ασχημοσυνην αυτου 16και συνηγαγεν αυτους εις τον τοπον τον καλουμενον εβραιστι αρμαγεδων 17και ο εβδομος εξεχεεν την φιαλην αυτου επι τον αερα και εξηλθεν φωνη μεγαλη εκ του ναου απο του θρονου λεγουσα γεγονεν 18και εγενοντο αστραπαι και φωναι και βρονται και σεισμος εγενετο μεγας οιος ουκ εγενετο αφ ου ανθρωποι εγενοντο επι της γης τηλικουτος σεισμος ουτως μεγας 19και εγενετο η πολις η μεγαλη εις τρια μερη και αι πολεις των εθνων επεσαν και βαβυλων η μεγαλη εμνησθη ενωπιον του θεου δουναι αυτη το ποτηριον του οινου του θυμου της οργης αυτου 20και πασα νησος εφυγεν και ορη ουχ ευρεθησαν 21και χαλαζα μεγαλη ως ταλαντιαια καταβαινει εκ του ουρανου επι τους ανθρωπους και εβλασφημησαν οι ανθρωποι τον θεον εκ της πληγης της χαλαζης οτι μεγαλη εστιν η πληγη αυτης σφοδρα

« Prev Revelation 16 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |