« Prev Revelation 13 Next »

Chapter 13

1[12 18] και εσταθη επι την αμμον της θαλασσης [13 1] και ειδον εκ της θαλασσης θηριον αναβαινον εχον κερατα δεκα και κεφαλας επτα και επι των κερατων αυτου δεκα διαδηματα και επι τας κεφαλας αυτου ονοματα βλασφημιας 2και το θηριον ο ειδον ην ομοιον παρδαλει και οι ποδες αυτου ως αρκου και το στομα αυτου ως στομα λεοντος και εδωκεν αυτω ο δρακων την δυναμιν αυτου και τον θρονον αυτου και εξουσιαν μεγαλην 3και μιαν εκ των κεφαλων αυτου ως εσφαγμενην εις θανατον και η πληγη του θανατου αυτου εθεραπευθη και εθαυμασθη ολη η γη οπισω του θηριου 4και προσεκυνησαν τω δρακοντι οτι εδωκεν την εξουσιαν τω θηριω και προσεκυνησαν τω θηριω λεγοντες τις ομοιος τω θηριω και τις δυναται πολεμησαι μετ αυτου 5και εδοθη αυτω στομα λαλουν μεγαλα και βλασφημιας και εδοθη αυτω εξουσια ποιησαι μηνας τεσσερακοντα [και] δυο 6και ηνοιξεν το στομα αυτου εις βλασφημιας προς τον θεον βλασφημησαι το ονομα αυτου και την σκηνην αυτου τους εν τω ουρανω σκηνουντας 7[και εδοθη αυτω ποιησαι πολεμον μετα των αγιων και νικησαι αυτους] και εδοθη αυτω εξουσια επι πασαν φυλην και λαον και γλωσσαν και εθνος 8και προσκυνησουσιν αυτον παντες οι κατοικουντες επι της γης ου ου γεγραπται το ονομα αυτου εν τω βιβλιω της ζωης του αρνιου του εσφαγμενου απο καταβολης κοσμου 9ει τις εχει ους ακουσατω 10ει τις εις αιχμαλωσιαν εις αιχμαλωσιαν υπαγει ει τις εν μαχαιρη αποκτενει δει αυτον εν μαχαιρη αποκτανθηναι ωδε εστιν η υπομονη και η πιστις των αγιων 11και ειδον αλλο θηριον αναβαινον εκ της γης και ειχεν κερατα δυο ομοια αρνιω και ελαλει ως δρακων 12και την εξουσιαν του πρωτου θηριου πασαν ποιει ενωπιον αυτου και ποιει την γην και τους εν αυτη κατοικουντας ινα προσκυνησουσιν το θηριον το πρωτον ου εθεραπευθη η πληγη του θανατου αυτου 13και ποιει σημεια μεγαλα ινα και πυρ ποιη εκ του ουρανου καταβαινειν εις την γην ενωπιον των ανθρωπων 14και πλανα τους κατοικουντας επι της γης δια τα σημεια α εδοθη αυτω ποιησαι ενωπιον του θηριου λεγων τοις κατοικουσιν επι της γης ποιησαι εικονα τω θηριω ος εχει την πληγην της μαχαιρης και εζησεν 15και εδοθη αυτη δουναι πνευμα τη εικονι του θηριου ινα και λαληση η εικων του θηριου και ποιηση [ινα] οσοι εαν μη προσκυνησωσιν τη εικονι του θηριου αποκτανθωσιν 16και ποιει παντας τους μικρους και τους μεγαλους και τους πλουσιους και τους πτωχους και τους ελευθερους και τους δουλους ινα δωσιν αυτοις χαραγμα επι της χειρος αυτων της δεξιας η επι το μετωπον αυτων 17[και] ινα μη τις δυνηται αγορασαι η πωλησαι ει μη ο εχων το χαραγμα το ονομα του θηριου η τον αριθμον του ονοματος αυτου 18ωδε η σοφια εστιν ο εχων νουν ψηφισατω τον αριθμον του θηριου αριθμος γαρ ανθρωπου εστιν και ο αριθμος αυτου εξακοσιοι εξηκοντα εξ

« Prev Revelation 13 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |