« Prev Revelation 14 Next »

Chapter 14

1και ειδον και ιδου το αρνιον εστος επι το ορος σιων και μετ αυτου εκατον τεσσερακοντα τεσσαρες χιλιαδες εχουσαι το ονομα αυτου και το ονομα του πατρος αυτου γεγραμμενον επι των μετωπων αυτων 2και ηκουσα φωνην εκ του ουρανου ως φωνην υδατων πολλων και ως φωνην βροντης μεγαλης και η φωνη ην ηκουσα ως κιθαρωδων κιθαριζοντων εν ταις κιθαραις αυτων 3και αδουσιν ως ωδην καινην ενωπιον του θρονου και ενωπιον των τεσσαρων ζωων και των πρεσβυτερων και ουδεις εδυνατο μαθειν την ωδην ει μη αι εκατον τεσσερακοντα τεσσαρες χιλιαδες οι ηγορασμενοι απο της γης 4ουτοι εισιν οι μετα γυναικων ουκ εμολυνθησαν παρθενοι γαρ εισιν ουτοι οι ακολουθουντες τω αρνιω οπου αν υπαγει ουτοι ηγορασθησαν απο των ανθρωπων απαρχη τω θεω και τω αρνιω 5και εν τω στοματι αυτων ουχ ευρεθη ψευδος αμωμοι εισιν 6και ειδον αλλον αγγελον πετομενον εν μεσουρανηματι εχοντα ευαγγελιον αιωνιον ευαγγελισαι επι τους καθημενους επι της γης και επι παν εθνος και φυλην και γλωσσαν και λαον 7λεγων εν φωνη μεγαλη φοβηθητε τον θεον και δοτε αυτω δοξαν οτι ηλθεν η ωρα της κρισεως αυτου και προσκυνησατε τω ποιησαντι τον ουρανον και την γην και θαλασσαν και πηγας υδατων 8και αλλος δευτερος [αγγελος] ηκολουθησεν λεγων επεσεν επεσεν βαβυλων η μεγαλη η εκ του οινου του θυμου της πορνειας αυτης πεποτικεν παντα τα εθνη 9και αλλος αγγελος τριτος ηκολουθησεν αυτοις λεγων εν φωνη μεγαλη ει τις προσκυνει το θηριον και την εικονα αυτου και λαμβανει χαραγμα επι του μετωπου αυτου η επι την χειρα αυτου 10και αυτος πιεται εκ του οινου του θυμου του θεου του κεκερασμενου ακρατου εν τω ποτηριω της οργης αυτου και βασανισθησεται εν πυρι και θειω ενωπιον αγγελων αγιων και ενωπιον του αρνιου 11και ο καπνος του βασανισμου αυτων εις αιωνας αιωνων αναβαινει και ουκ εχουσιν αναπαυσιν ημερας και νυκτος οι προσκυνουντες το θηριον και την εικονα αυτου και ει τις λαμβανει το χαραγμα του ονοματος αυτου 12ωδε η υπομονη των αγιων εστιν οι τηρουντες τας εντολας του θεου και την πιστιν ιησου 13και ηκουσα φωνης εκ του ουρανου λεγουσης γραψον μακαριοι οι νεκροι οι εν κυριω αποθνησκοντες απ αρτι ναι λεγει το πνευμα ινα αναπαησονται εκ των κοπων αυτων τα γαρ εργα αυτων ακολουθει μετ αυτων 14και ειδον και ιδου νεφελη λευκη και επι την νεφελην καθημενον ομοιον υιον ανθρωπου εχων επι της κεφαλης αυτου στεφανον χρυσουν και εν τη χειρι αυτου δρεπανον οξυ 15και αλλος αγγελος εξηλθεν εκ του ναου κραζων εν φωνη μεγαλη τω καθημενω επι της νεφελης πεμψον το δρεπανον σου και θερισον οτι ηλθεν η ωρα θερισαι οτι εξηρανθη ο θερισμος της γης 16και εβαλεν ο καθημενος επι της νεφελης το δρεπανον αυτου επι την γην και εθερισθη η γη 17και αλλος αγγελος εξηλθεν εκ του ναου του εν τω ουρανω εχων και αυτος δρεπανον οξυ 18και αλλος αγγελος [εξηλθεν] εκ του θυσιαστηριου [ο] εχων εξουσιαν επι του πυρος και εφωνησεν φωνη μεγαλη τω εχοντι το δρεπανον το οξυ λεγων πεμψον σου το δρεπανον το οξυ και τρυγησον τους βοτρυας της αμπελου της γης οτι ηκμασαν αι σταφυλαι αυτης 19και εβαλεν ο αγγελος το δρεπανον αυτου εις την γην και ετρυγησεν την αμπελον της γης και εβαλεν εις την ληνον του θυμου του θεου τον μεγαν 20και επατηθη η ληνος εξωθεν της πολεως και εξηλθεν αιμα εκ της ληνου αχρι των χαλινων των ιππων απο σταδιων χιλιων εξακοσιων

« Prev Revelation 14 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |