« Prev Revelation 10 Next »

Chapter 10

1και ειδον αλλον αγγελον ισχυρον καταβαινοντα εκ του ουρανου περιβεβλημενον νεφελην και η ιρις επι την κεφαλην αυτου και το προσωπον αυτου ως ο ηλιος και οι ποδες αυτου ως στυλοι πυρος 2και εχων εν τη χειρι αυτου βιβλαριδιον ηνεωγμενον και εθηκεν τον ποδα αυτου τον δεξιον επι της θαλασσης τον δε ευωνυμον επι της γης 3και εκραξεν φωνη μεγαλη ωσπερ λεων μυκαται και οτε εκραξεν ελαλησαν αι επτα βρονται τας εαυτων φωνας 4και οτε ελαλησαν αι επτα βρονται ημελλον γραφειν και ηκουσα φωνην εκ του ουρανου λεγουσαν σφραγισον α ελαλησαν αι επτα βρονται και μη αυτα γραψης 5και ο αγγελος ον ειδον εστωτα επι της θαλασσης και επι της γης ηρεν την χειρα αυτου την δεξιαν εις τον ουρανον 6και ωμοσεν εν τω ζωντι εις τους αιωνας των αιωνων ος εκτισεν τον ουρανον και τα εν αυτω και την γην και τα εν αυτη [και την θαλασσαν και τα εν αυτη] οτι χρονος ουκετι εσται 7αλλ εν ταις ημεραις της φωνης του εβδομου αγγελου οταν μελλη σαλπιζειν και ετελεσθη το μυστηριον του θεου ως ευηγγελισεν τους εαυτου δουλους τους προφητας 8και η φωνη ην ηκουσα εκ του ουρανου παλιν λαλουσαν μετ εμου και λεγουσαν υπαγε λαβε το βιβλιον το ηνεωγμενον εν τη χειρι του αγγελου του εστωτος επι της θαλασσης και επι της γης 9και απηλθα προς τον αγγελον λεγων αυτω δουναι μοι το βιβλαριδιον και λεγει μοι λαβε και καταφαγε αυτο και πικρανει σου την κοιλιαν αλλ εν τω στοματι σου εσται γλυκυ ως μελι 10και ελαβον το βιβλαριδιον εκ της χειρος του αγγελου και κατεφαγον αυτο και ην εν τω στοματι μου ως μελι γλυκυ και οτε εφαγον αυτο επικρανθη η κοιλια μου 11και λεγουσιν μοι δει σε παλιν προφητευσαι επι λαοις και εθνεσιν και γλωσσαις και βασιλευσιν πολλοις

« Prev Revelation 10 Next »





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |