« Prev Revelation 9 Next »

Chapter 9

1και ο πεμπτος αγγελος εσαλπισεν και ειδον αστερα εκ του ουρανου πεπτωκοτα εις την γην και εδοθη αυτω η κλεις του φρεατος της αβυσσου 2και ηνοιξεν το φρεαρ της αβυσσου και ανεβη καπνος εκ του φρεατος ως καπνος καμινου μεγαλης και εσκοτωθη ο ηλιος και ο αηρ εκ του καπνου του φρεατος 3και εκ του καπνου εξηλθον ακριδες εις την γην και εδοθη αυταις εξουσια ως εχουσιν εξουσιαν οι σκορπιοι της γης 4και ερρεθη αυταις ινα μη αδικησουσιν τον χορτον της γης ουδε παν χλωρον ουδε παν δενδρον ει μη τους ανθρωπους οιτινες ουκ εχουσιν την σφραγιδα του θεου επι των μετωπων 5και εδοθη αυταις ινα μη αποκτεινωσιν αυτους αλλ ινα βασανισθησονται μηνας πεντε και ο βασανισμος αυτων ως βασανισμος σκορπιου οταν παιση ανθρωπον 6και εν ταις ημεραις εκειναις ζητησουσιν οι ανθρωποι τον θανατον και ου μη ευρησουσιν αυτον και επιθυμησουσιν αποθανειν και φευγει ο θανατος απ αυτων 7και τα ομοιωματα των ακριδων ομοια ιπποις ητοιμασμενοις εις πολεμον και επι τας κεφαλας αυτων ως στεφανοι ομοιοι χρυσω και τα προσωπα αυτων ως προσωπα ανθρωπων 8και ειχον τριχας ως τριχας γυναικων και οι οδοντες αυτων ως λεοντων ησαν 9και ειχον θωρακας ως θωρακας σιδηρους και η φωνη των πτερυγων αυτων ως φωνη αρματων ιππων πολλων τρεχοντων εις πολεμον 10και εχουσιν ουρας ομοιας σκορπιοις και κεντρα και εν ταις ουραις αυτων η εξουσια αυτων αδικησαι τους ανθρωπους μηνας πεντε 11εχουσιν επ αυτων βασιλεα τον αγγελον της αβυσσου ονομα αυτω εβραιστι αβαδδων και εν τη ελληνικη ονομα εχει απολλυων 12η ουαι η μια απηλθεν ιδου ερχεται ετι δυο ουαι μετα ταυτα 13και ο εκτος αγγελος εσαλπισεν και ηκουσα φωνην μιαν εκ των κερατων του θυσιαστηριου του χρυσου του ενωπιον του θεου 14λεγοντα τω εκτω αγγελω ο εχων την σαλπιγγα λυσον τους τεσσαρας αγγελους τους δεδεμενους επι τω ποταμω τω μεγαλω ευφρατη 15και ελυθησαν οι τεσσαρες αγγελοι οι ητοιμασμενοι εις την ωραν και ημεραν και μηνα και ενιαυτον ινα αποκτεινωσιν το τριτον των ανθρωπων 16και ο αριθμος των στρατευματων του ιππικου δισμυριαδες μυριαδων ηκουσα τον αριθμον αυτων 17και ουτως ειδον τους ιππους εν τη ορασει και τους καθημενους επ αυτων εχοντας θωρακας πυρινους και υακινθινους και θειωδεις και αι κεφαλαι των ιππων ως κεφαλαι λεοντων και εκ των στοματων αυτων εκπορευεται πυρ και καπνος και θειον 18απο των τριων πληγων τουτων απεκτανθησαν το τριτον των ανθρωπων εκ του πυρος και του καπνου και του θειου του εκπορευομενου εκ των στοματων αυτων 19η γαρ εξουσια των ιππων εν τω στοματι αυτων εστιν και εν ταις ουραις αυτων αι γαρ ουραι αυτων ομοιαι οφεσιν εχουσαι κεφαλας και εν αυταις αδικουσιν 20και οι λοιποι των ανθρωπων οι ουκ απεκτανθησαν εν ταις πληγαις ταυταις ου μετενοησαν εκ των εργων των χειρων αυτων ινα μη προσκυνησουσιν τα δαιμονια και τα ειδωλα τα χρυσα και τα αργυρα και τα χαλκα και τα λιθινα και τα ξυλινα α ουτε βλεπειν δυνανται ουτε ακουειν ουτε περιπατειν 21και ου μετενοησαν εκ των φονων αυτων ουτε εκ των φαρμακων αυτων ουτε εκ της πορνειας αυτων ουτε εκ των κλεμματων αυτων

« Prev Revelation 9 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |