« Prev Mark 6 Next »

Chapter 6

1και εξηλθεν εκειθεν και ερχεται εις την πατριδα αυτου και ακολουθουσιν αυτω οι μαθηται αυτου 2και γενομενου σαββατου ηρξατο διδασκειν εν τη συναγωγη και οι πολλοι ακουοντες εξεπλησσοντο λεγοντες ποθεν τουτω ταυτα και τις η σοφια η δοθεισα τουτω και αι δυναμεις τοιαυται δια των χειρων αυτου γινομεναι 3ουκ ουτος εστιν ο τεκτων ο υιος της μαριας και αδελφος ιακωβου και ιωσητος και ιουδα και σιμωνος και ουκ εισιν αι αδελφαι αυτου ωδε προς ημας και εσκανδαλιζοντο εν αυτω 4και ελεγεν αυτοις ο ιησους οτι ουκ εστιν προφητης ατιμος ει μη εν τη πατριδι αυτου και εν τοις συγγενευσιν αυτου και εν τη οικια αυτου 5και ουκ εδυνατο εκει ποιησαι ουδεμιαν δυναμιν ει μη ολιγοις αρρωστοις επιθεις τας χειρας εθεραπευσεν 6και εθαυμασεν δια την απιστιαν αυτων και περιηγεν τας κωμας κυκλω διδασκων 7και προσκαλειται τους δωδεκα και ηρξατο αυτους αποστελλειν δυο δυο και εδιδου αυτοις εξουσιαν των πνευματων των ακαθαρτων 8και παρηγγειλεν αυτοις ινα μηδεν αιρωσιν εις οδον ει μη ραβδον μονον μη αρτον μη πηραν μη εις την ζωνην χαλκον 9αλλα υποδεδεμενους σανδαλια και μη ενδυσασθαι δυο χιτωνας 10και ελεγεν αυτοις οπου εαν εισελθητε εις οικιαν εκει μενετε εως αν εξελθητε εκειθεν 11και ος αν τοπος μη δεξηται υμας μηδε ακουσωσιν υμων εκπορευομενοι εκειθεν εκτιναξατε τον χουν τον υποκατω των ποδων υμων εις μαρτυριον αυτοις 12και εξελθοντες εκηρυξαν ινα μετανοωσιν 13και δαιμονια πολλα εξεβαλλον και ηλειφον ελαιω πολλους αρρωστους και εθεραπευον 14και ηκουσεν ο βασιλευς ηρωδης φανερον γαρ εγενετο το ονομα αυτου και ελεγον οτι ιωαννης ο βαπτιζων εγηγερται εκ νεκρων και δια τουτο ενεργουσιν αι δυναμεις εν αυτω 15αλλοι δε ελεγον οτι ηλιας εστιν αλλοι δε ελεγον οτι προφητης ως εις των προφητων 16ακουσας δε ο ηρωδης ελεγεν ον εγω απεκεφαλισα ιωαννην ουτος ηγερθη 17αυτος γαρ ο ηρωδης αποστειλας εκρατησεν τον ιωαννην και εδησεν αυτον εν φυλακη δια ηρωδιαδα την γυναικα φιλιππου του αδελφου αυτου οτι αυτην εγαμησεν 18ελεγεν γαρ ο ιωαννης τω ηρωδη οτι ουκ εξεστιν σοι εχειν την γυναικα του αδελφου σου 19η δε ηρωδιας ενειχεν αυτω και ηθελεν αυτον αποκτειναι και ουκ ηδυνατο 20ο γαρ ηρωδης εφοβειτο τον ιωαννην ειδως αυτον ανδρα δικαιον και αγιον και συνετηρει αυτον και ακουσας αυτου πολλα ηπορει και ηδεως αυτου ηκουεν 21και γενομενης ημερας ευκαιρου οτε ηρωδης τοις γενεσιοις αυτου δειπνον εποιησεν τοις μεγιστασιν αυτου και τοις χιλιαρχοις και τοις πρωτοις της γαλιλαιας 22και εισελθουσης της θυγατρος αυτου ηρωδιαδος και ορχησαμενης ηρεσεν τω ηρωδη και τοις συνανακειμενοις ο δε βασιλευς ειπεν τω κορασιω αιτησον με ο εαν θελης και δωσω σοι 23και ωμοσεν αυτη ο τι εαν με αιτησης δωσω σοι εως ημισους της βασιλειας μου 24και εξελθουσα ειπεν τη μητρι αυτης τι αιτησωμαι η δε ειπεν την κεφαλην ιωαννου του βαπτιζοντος 25και εισελθουσα ευθυς μετα σπουδης προς τον βασιλεα ητησατο λεγουσα θελω ινα εξαυτης δως μοι επι πινακι την κεφαλην ιωαννου του βαπτιστου 26και περιλυπος γενομενος ο βασιλευς δια τους ορκους και τους ανακειμενους ουκ ηθελησεν αθετησαι αυτην 27και ευθυς αποστειλας ο βασιλευς σπεκουλατορα επεταξεν ενεγκαι την κεφαλην αυτου 28και απελθων απεκεφαλισεν αυτον εν τη φυλακη [6 28] και ηνεγκεν την κεφαλην αυτου επι πινακι και εδωκεν αυτην τω κορασιω και το κορασιον εδωκεν αυτην τη μητρι αυτης 29και ακουσαντες οι μαθηται αυτου ηλθον και ηραν το πτωμα αυτου και εθηκαν αυτο εν μνημειω 30και συναγονται οι αποστολοι προς τον ιησουν και απηγγειλαν αυτω παντα οσα εποιησαν και οσα εδιδαξαν 31και λεγει αυτοις δευτε υμεις αυτοι κατ ιδιαν εις ερημον τοπον και αναπαυσασθε ολιγον ησαν γαρ οι ερχομενοι και οι υπαγοντες πολλοι και ουδε φαγειν ευκαιρουν 32και απηλθον εν τω πλοιω εις ερημον τοπον κατ ιδιαν 33και ειδον αυτους υπαγοντας και εγνωσαν πολλοι και πεζη απο πασων των πολεων συνεδραμον εκει και προηλθον αυτους 34και εξελθων ειδεν πολυν οχλον και εσπλαγχνισθη επ αυτους οτι ησαν ως προβατα μη εχοντα ποιμενα και ηρξατο διδασκειν αυτους πολλα 35και ηδη ωρας πολλης γενομενης προσελθοντες αυτω οι μαθηται αυτου ελεγον οτι ερημος εστιν ο τοπος και ηδη ωρα πολλη 36απολυσον αυτους ινα απελθοντες εις τους κυκλω αγρους και κωμας αγορασωσιν εαυτοις τι φαγωσιν 37ο δε αποκριθεις ειπεν αυτοις δοτε αυτοις υμεις φαγειν και λεγουσιν αυτω απελθοντες αγορασωμεν δηναριων διακοσιων αρτους και δωσομεν αυτοις φαγειν 38ο δε λεγει αυτοις ποσους εχετε αρτους υπαγετε ιδετε και γνοντες λεγουσιν πεντε και δυο ιχθυας 39και επεταξεν αυτοις ανακλιθηναι παντας συμποσια συμποσια επι τω χλωρω χορτω 40και ανεπεσαν πρασιαι πρασιαι κατα εκατον και κατα πεντηκοντα 41και λαβων τους πεντε αρτους και τους δυο ιχθυας αναβλεψας εις τον ουρανον ευλογησεν και κατεκλασεν τους αρτους και εδιδου τοις μαθηταις ινα παρατιθωσιν αυτοις και τους δυο ιχθυας εμερισεν πασιν 42και εφαγον παντες και εχορτασθησαν 43και ηραν κλασματα δωδεκα κοφινων πληρωματα και απο των ιχθυων 44και ησαν οι φαγοντες τους αρτους πεντακισχιλιοι ανδρες 45και ευθυς ηναγκασεν τους μαθητας αυτου εμβηναι εις το πλοιον και προαγειν εις το περαν προς βηθσαιδαν εως αυτος απολυει τον οχλον 46και αποταξαμενος αυτοις απηλθεν εις το ορος προσευξασθαι 47και οψιας γενομενης ην το πλοιον εν μεσω της θαλασσης και αυτος μονος επι της γης 48και ιδων αυτους βασανιζομενους εν τω ελαυνειν ην γαρ ο ανεμος εναντιος αυτοις περι τεταρτην φυλακην της νυκτος ερχεται προς αυτους περιπατων επι της θαλασσης και ηθελεν παρελθειν αυτους 49οι δε ιδοντες αυτον επι της θαλασσης περιπατουντα εδοξαν οτι φαντασμα εστιν και ανεκραξαν 50παντες γαρ αυτον ειδον και εταραχθησαν ο δε ευθυς ελαλησεν μετ αυτων και λεγει αυτοις θαρσειτε εγω ειμι μη φοβεισθε 51και ανεβη προς αυτους εις το πλοιον και εκοπασεν ο ανεμος και λιαν εν εαυτοις εξισταντο 52ου γαρ συνηκαν επι τοις αρτοις αλλ ην αυτων η καρδια πεπωρωμενη 53και διαπερασαντες επι την γην ηλθον εις γεννησαρετ και προσωρμισθησαν 54και εξελθοντων αυτων εκ του πλοιου ευθυς επιγνοντες αυτον 55περιεδραμον ολην την χωραν εκεινην και ηρξαντο επι τοις κραβαττοις τους κακως εχοντας περιφερειν οπου ηκουον οτι εστιν 56και οπου αν εισεπορευετο εις κωμας η εις πολεις η εις αγρους εν ταις αγοραις ετιθεσαν τους ασθενουντας και παρεκαλουν αυτον ινα καν του κρασπεδου του ιματιου αυτου αψωνται και οσοι αν ηψαντο αυτου εσωζοντο

« Prev Mark 6 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |