« Prev Mark 5 Next »

Chapter 5

1και ηλθον εις το περαν της θαλασσης εις την χωραν των γερασηνων 2και εξελθοντος αυτου εκ του πλοιου [ευθυς] υπηντησεν αυτω εκ των μνημειων ανθρωπος εν πνευματι ακαθαρτω 3ος την κατοικησιν ειχεν εν τοις μνημασιν και ουδε αλυσει ουκετι ουδεις εδυνατο αυτον δησαι 4δια το αυτον πολλακις πεδαις και αλυσεσιν δεδεσθαι και διεσπασθαι υπ αυτου τας αλυσεις και τας πεδας συντετριφθαι και ουδεις ισχυεν αυτον δαμασαι 5και δια παντος νυκτος και ημερας εν τοις μνημασιν και εν τοις ορεσιν ην κραζων και κατακοπτων εαυτον λιθοις 6και ιδων τον ιησουν απο μακροθεν εδραμεν και προσεκυνησεν αυτον 7και κραξας φωνη μεγαλη λεγει τι εμοι και σοι ιησου υιε του θεου του υψιστου ορκιζω σε τον θεον μη με βασανισης 8ελεγεν γαρ αυτω εξελθε το πνευμα το ακαθαρτον εκ του ανθρωπου 9και επηρωτα αυτον τι ονομα σοι και λεγει αυτω λεγιων ονομα μοι οτι πολλοι εσμεν 10και παρεκαλει αυτον πολλα ινα μη αυτα αποστειλη εξω της χωρας 11ην δε εκει προς τω ορει αγελη χοιρων μεγαλη βοσκομενη 12και παρεκαλεσαν αυτον λεγοντες πεμψον ημας εις τους χοιρους ινα εις αυτους εισελθωμεν 13και επετρεψεν αυτοις και εξελθοντα τα πνευματα τα ακαθαρτα εισηλθον εις τους χοιρους και ωρμησεν η αγελη κατα του κρημνου εις την θαλασσαν ως δισχιλιοι και επνιγοντο εν τη θαλασση 14και οι βοσκοντες αυτους εφυγον και απηγγειλαν εις την πολιν και εις τους αγρους και ηλθον ιδειν τι εστιν το γεγονος 15και ερχονται προς τον ιησουν και θεωρουσιν τον δαιμονιζομενον καθημενον ιματισμενον και σωφρονουντα τον εσχηκοτα τον λεγιωνα και εφοβηθησαν 16και διηγησαντο αυτοις οι ιδοντες πως εγενετο τω δαιμονιζομενω και περι των χοιρων 17και ηρξαντο παρακαλειν αυτον απελθειν απο των οριων αυτων 18και εμβαινοντος αυτου εις το πλοιον παρεκαλει αυτον ο δαιμονισθεις ινα μετ αυτου η 19και ουκ αφηκεν αυτον αλλα λεγει αυτω υπαγε εις τον οικον σου προς τους σους και απαγγειλον αυτοις οσα ο κυριος σοι πεποιηκεν και ηλεησεν σε 20και απηλθεν και ηρξατο κηρυσσειν εν τη δεκαπολει οσα εποιησεν αυτω ο ιησους και παντες εθαυμαζον 21και διαπερασαντος του ιησου εν τω πλοιω παλιν εις το περαν συνηχθη οχλος πολυς επ αυτον και ην παρα την θαλασσαν 22και ερχεται εις των αρχισυναγωγων ονοματι ιαιρος και ιδων αυτον πιπτει προς τους ποδας αυτου 23και παρακαλει αυτον πολλα λεγων οτι το θυγατριον μου εσχατως εχει ινα ελθων επιθης τας χειρας αυτη ινα σωθη και ζηση 24και απηλθεν μετ αυτου και ηκολουθει αυτω οχλος πολυς και συνεθλιβον αυτον 25και γυνη ουσα εν ρυσει αιματος δωδεκα ετη 26και πολλα παθουσα υπο πολλων ιατρων και δαπανησασα τα παρ αυτης παντα και μηδεν ωφεληθεισα αλλα μαλλον εις το χειρον ελθουσα 27ακουσασα τα περι του ιησου ελθουσα εν τω οχλω οπισθεν ηψατο του ιματιου αυτου 28ελεγεν γαρ οτι εαν αψωμαι καν των ιματιων αυτου σωθησομαι 29και ευθυς εξηρανθη η πηγη του αιματος αυτης και εγνω τω σωματι οτι ιαται απο της μαστιγος 30και ευθυς ο ιησους επιγνους εν εαυτω την εξ αυτου δυναμιν εξελθουσαν επιστραφεις εν τω οχλω ελεγεν τις μου ηψατο των ιματιων 31και ελεγον αυτω οι μαθηται αυτου βλεπεις τον οχλον συνθλιβοντα σε και λεγεις τις μου ηψατο 32και περιεβλεπετο ιδειν την τουτο ποιησασαν 33η δε γυνη φοβηθεισα και τρεμουσα ειδυια ο γεγονεν αυτη ηλθεν και προσεπεσεν αυτω και ειπεν αυτω πασαν την αληθειαν 34ο δε ειπεν αυτη θυγατηρ η πιστις σου σεσωκεν σε υπαγε εις ειρηνην και ισθι υγιης απο της μαστιγος σου 35ετι αυτου λαλουντος ερχονται απο του αρχισυναγωγου λεγοντες οτι η θυγατηρ σου απεθανεν τι ετι σκυλλεις τον διδασκαλον 36ο δε ιησους παρακουσας τον λογον λαλουμενον λεγει τω αρχισυναγωγω μη φοβου μονον πιστευε 37και ουκ αφηκεν ουδενα μετ αυτου συνακολουθησαι ει μη τον πετρον και ιακωβον και ιωαννην τον αδελφον ιακωβου 38και ερχονται εις τον οικον του αρχισυναγωγου και θεωρει θορυβον και κλαιοντας και αλαλαζοντας πολλα 39και εισελθων λεγει αυτοις τι θορυβεισθε και κλαιετε το παιδιον ουκ απεθανεν αλλα καθευδει 40και κατεγελων αυτου αυτος δε εκβαλων παντας παραλαμβανει τον πατερα του παιδιου και την μητερα και τους μετ αυτου και εισπορευεται οπου ην το παιδιον 41και κρατησας της χειρος του παιδιου λεγει αυτη ταλιθα κουμ ο εστιν μεθερμηνευομενον το κορασιον σοι λεγω εγειρε 42και ευθυς ανεστη το κορασιον και περιεπατει ην γαρ ετων δωδεκα και εξεστησαν ευθυς εκστασει μεγαλη 43και διεστειλατο αυτοις πολλα ινα μηδεις γνοι τουτο και ειπεν δοθηναι αυτη φαγειν

« Prev Mark 5 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |