« Prev Mark 13 Next »

Chapter 13

1και εκπορευομενου αυτου εκ του ιερου λεγει αυτω εις των μαθητων αυτου διδασκαλε ιδε ποταποι λιθοι και ποταπαι οικοδομαι 2και ο ιησους ειπεν αυτω βλεπεις ταυτας τας μεγαλας οικοδομας ου μη αφεθη ωδε λιθος επι λιθον ος ου μη καταλυθη 3και καθημενου αυτου εις το ορος των ελαιων κατεναντι του ιερου επηρωτα αυτον κατ ιδιαν πετρος και ιακωβος και ιωαννης και ανδρεας 4ειπον ημιν ποτε ταυτα εσται και τι το σημειον οταν μελλη ταυτα συντελεισθαι παντα 5ο δε ιησους ηρξατο λεγειν αυτοις βλεπετε μη τις υμας πλανηση 6πολλοι ελευσονται επι τω ονοματι μου λεγοντες οτι εγω ειμι και πολλους πλανησουσιν 7οταν δε ακουσητε πολεμους και ακοας πολεμων μη θροεισθε δει γενεσθαι αλλ ουπω το τελος 8εγερθησεται γαρ εθνος επ εθνος και βασιλεια επι βασιλειαν εσονται σεισμοι κατα τοπους εσονται λιμοι αρχη ωδινων ταυτα 9βλεπετε δε υμεις εαυτους παραδωσουσιν υμας εις συνεδρια και εις συναγωγας δαρησεσθε και επι ηγεμονων και βασιλεων σταθησεσθε ενεκεν εμου εις μαρτυριον αυτοις 10και εις παντα τα εθνη πρωτον δει κηρυχθηναι το ευαγγελιον 11και οταν αγωσιν υμας παραδιδοντες μη προμεριμνατε τι λαλησητε αλλ ο εαν δοθη υμιν εν εκεινη τη ωρα τουτο λαλειτε ου γαρ εστε υμεις οι λαλουντες αλλα το πνευμα το αγιον 12και παραδωσει αδελφος αδελφον εις θανατον και πατηρ τεκνον και επαναστησονται τεκνα επι γονεις και θανατωσουσιν αυτους 13και εσεσθε μισουμενοι υπο παντων δια το ονομα μου ο δε υπομεινας εις τελος ουτος σωθησεται 14οταν δε ιδητε το βδελυγμα της ερημωσεως εστηκοτα οπου ου δει ο αναγινωσκων νοειτω τοτε οι εν τη ιουδαια φευγετωσαν εις τα ορη 15ο επι του δωματος μη καταβατω μηδε εισελθατω τι αραι εκ της οικιας αυτου 16και ο εις τον αγρον μη επιστρεψατω εις τα οπισω αραι το ιματιον αυτου 17ουαι δε ταις εν γαστρι εχουσαις και ταις θηλαζουσαις εν εκειναις ταις ημεραις 18προσευχεσθε δε ινα μη γενηται χειμωνος 19εσονται γαρ αι ημεραι εκειναι θλιψις οια ου γεγονεν τοιαυτη απ αρχης κτισεως ην εκτισεν ο θεος εως του νυν και ου μη γενηται 20και ει μη εκολοβωσεν κυριος τας ημερας ουκ αν εσωθη πασα σαρξ αλλα δια τους εκλεκτους ους εξελεξατο εκολοβωσεν τας ημερας 21και τοτε εαν τις υμιν ειπη ιδε ωδε ο χριστος ιδε εκει μη πιστευετε 22εγερθησονται γαρ ψευδοχριστοι και ψευδοπροφηται και δωσουσιν σημεια και τερατα προς το αποπλαναν ει δυνατον τους εκλεκτους 23υμεις δε βλεπετε προειρηκα υμιν παντα 24αλλα εν εκειναις ταις ημεραις μετα την θλιψιν εκεινην ο ηλιος σκοτισθησεται και η σεληνη ου δωσει το φεγγος αυτης 25και οι αστερες εσονται εκ του ουρανου πιπτοντες και αι δυναμεις αι εν τοις ουρανοις σαλευθησονται 26και τοτε οψονται τον υιον του ανθρωπου ερχομενον εν νεφελαις μετα δυναμεως πολλης και δοξης 27και τοτε αποστελει τους αγγελους και επισυναξει τους εκλεκτους [αυτου] εκ των τεσσαρων ανεμων απ ακρου γης εως ακρου ουρανου 28απο δε της συκης μαθετε την παραβολην οταν ηδη ο κλαδος αυτης απαλος γενηται και εκφυη τα φυλλα γινωσκετε οτι εγγυς το θερος εστιν 29ουτως και υμεις οταν ιδητε ταυτα γινομενα γινωσκετε οτι εγγυς εστιν επι θυραις 30αμην λεγω υμιν οτι ου μη παρελθη η γενεα αυτη μεχρις ου ταυτα παντα γενηται 31ο ουρανος και η γη παρελευσονται οι δε λογοι μου ου παρελευσονται 32περι δε της ημερας εκεινης η της ωρας ουδεις οιδεν ουδε οι αγγελοι εν ουρανω ουδε ο υιος ει μη ο πατηρ 33βλεπετε αγρυπνειτε ουκ οιδατε γαρ ποτε ο καιρος [εστιν] 34ως ανθρωπος αποδημος αφεις την οικιαν αυτου και δους τοις δουλοις αυτου την εξουσιαν εκαστω το εργον αυτου και τω θυρωρω ενετειλατο ινα γρηγορη 35γρηγορειτε ουν ουκ οιδατε γαρ ποτε ο κυριος της οικιας ερχεται η οψε η μεσονυκτιον η αλεκτοροφωνιας η πρωι 36μη ελθων εξαιφνης ευρη υμας καθευδοντας 37ο δε υμιν λεγω πασιν λεγω γρηγορειτε

« Prev Mark 13 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |