« Prev Mark 14 Next »

Chapter 14

1ην δε το πασχα και τα αζυμα μετα δυο ημερας και εζητουν οι αρχιερεις και οι γραμματεις πως αυτον εν δολω κρατησαντες αποκτεινωσιν 2ελεγον γαρ μη εν τη εορτη μηποτε εσται θορυβος του λαου 3και οντος αυτου εν βηθανια εν τη οικια σιμωνος του λεπρου κατακειμενου αυτου ηλθεν γυνη εχουσα αλαβαστρον μυρου ναρδου πιστικης πολυτελους συντριψασα την αλαβαστρον κατεχεεν αυτου της κεφαλης 4ησαν δε τινες αγανακτουντες προς εαυτους εις τι η απωλεια αυτη του μυρου γεγονεν 5ηδυνατο γαρ τουτο το μυρον πραθηναι επανω δηναριων τριακοσιων και δοθηναι τοις πτωχοις και ενεβριμωντο αυτη 6ο δε ιησους ειπεν αφετε αυτην τι αυτη κοπους παρεχετε καλον εργον ηργασατο εν εμοι 7παντοτε γαρ τους πτωχους εχετε μεθ εαυτων και οταν θελητε δυνασθε αυτοις [παντοτε] ευ ποιησαι εμε δε ου παντοτε εχετε 8ο εσχεν εποιησεν προελαβεν μυρισαι το σωμα μου εις τον ενταφιασμον 9αμην δε λεγω υμιν οπου εαν κηρυχθη το ευαγγελιον εις ολον τον κοσμον και ο εποιησεν αυτη λαληθησεται εις μνημοσυνον αυτης 10και ιουδας ισκαριωθ ο εις των δωδεκα απηλθεν προς τους αρχιερεις ινα αυτον παραδοι αυτοις 11οι δε ακουσαντες εχαρησαν και επηγγειλαντο αυτω αργυριον δουναι και εζητει πως αυτον ευκαιρως παραδοι 12και τη πρωτη ημερα των αζυμων οτε το πασχα εθυον λεγουσιν αυτω οι μαθηται αυτου που θελεις απελθοντες ετοιμασωμεν ινα φαγης το πασχα 13και αποστελλει δυο των μαθητων αυτου και λεγει αυτοις υπαγετε εις την πολιν και απαντησει υμιν ανθρωπος κεραμιον υδατος βασταζων ακολουθησατε αυτω 14και οπου εαν εισελθη ειπατε τω οικοδεσποτη οτι ο διδασκαλος λεγει που εστιν το καταλυμα μου οπου το πασχα μετα των μαθητων μου φαγω 15και αυτος υμιν δειξει αναγαιον μεγα εστρωμενον ετοιμον και εκει ετοιμασατε ημιν 16και εξηλθον οι μαθηται και ηλθον εις την πολιν και ευρον καθως ειπεν αυτοις και ητοιμασαν το πασχα 17και οψιας γενομενης ερχεται μετα των δωδεκα 18και ανακειμενων αυτων και εσθιοντων ο ιησους ειπεν αμην λεγω υμιν οτι εις εξ υμων παραδωσει με ο εσθιων μετ εμου 19ηρξαντο λυπεισθαι και λεγειν αυτω εις κατα εις μητι εγω 20ο δε ειπεν αυτοις εις των δωδεκα ο εμβαπτομενος μετ εμου εις το [εν] τρυβλιον 21οτι ο μεν υιος του ανθρωπου υπαγει καθως γεγραπται περι αυτου ουαι δε τω ανθρωπω εκεινω δι ου ο υιος του ανθρωπου παραδιδοται καλον αυτω ει ουκ εγεννηθη ο ανθρωπος εκεινος 22και εσθιοντων αυτων λαβων αρτον ευλογησας εκλασεν και εδωκεν αυτοις και ειπεν λαβετε τουτο εστιν το σωμα μου 23και λαβων ποτηριον ευχαριστησας εδωκεν αυτοις και επιον εξ αυτου παντες 24και ειπεν αυτοις τουτο εστιν το αιμα μου της διαθηκης το εκχυννομενον υπερ πολλων 25αμην λεγω υμιν οτι ουκετι ου μη πιω εκ του γενηματος της αμπελου εως της ημερας εκεινης οταν αυτο πινω καινον εν τη βασιλεια του θεου 26και υμνησαντες εξηλθον εις το ορος των ελαιων 27και λεγει αυτοις ο ιησους οτι παντες σκανδαλισθησεσθε οτι γεγραπται παταξω τον ποιμενα και τα προβατα διασκορπισθησονται 28αλλα μετα το εγερθηναι με προαξω υμας εις την γαλιλαιαν 29ο δε πετρος εφη αυτω ει και παντες σκανδαλισθησονται αλλ ουκ εγω 30και λεγει αυτω ο ιησους αμην λεγω σοι οτι συ σημερον ταυτη τη νυκτι πριν η δις αλεκτορα φωνησαι τρις με απαρνηση 31ο δε εκπερισσως ελαλει εαν δεη με συναποθανειν σοι ου μη σε απαρνησομαι ωσαυτως [δε] και παντες ελεγον 32και ερχονται εις χωριον ου το ονομα γεθσημανι και λεγει τοις μαθηταις αυτου καθισατε ωδε εως προσευξωμαι 33και παραλαμβανει τον πετρον και τον ιακωβον και τον ιωαννην μετ αυτου και ηρξατο εκθαμβεισθαι και αδημονειν 34και λεγει αυτοις περιλυπος εστιν η ψυχη μου εως θανατου μεινατε ωδε και γρηγορειτε 35και προελθων μικρον επιπτεν επι της γης και προσηυχετο ινα ει δυνατον εστιν παρελθη απ αυτου η ωρα 36και ελεγεν αββα ο πατηρ παντα δυνατα σοι παρενεγκε το ποτηριον τουτο απ εμου αλλ ου τι εγω θελω αλλα τι συ 37και ερχεται και ευρισκει αυτους καθευδοντας και λεγει τω πετρω σιμων καθευδεις ουκ ισχυσας μιαν ωραν γρηγορησαι 38γρηγορειτε και προσευχεσθε ινα μη ελθητε εις πειρασμον το μεν πνευμα προθυμον η δε σαρξ ασθενης 39και παλιν απελθων προσηυξατο [τον αυτον λογον ειπων] 40και παλιν ελθων ευρεν αυτους καθευδοντας ησαν γαρ αυτων οι οφθαλμοι καταβαρυνομενοι και ουκ ηδεισαν τι αποκριθωσιν αυτω 41και ερχεται το τριτον και λεγει αυτοις καθευδετε [το] λοιπον και αναπαυεσθε απεχει ηλθεν η ωρα ιδου παραδιδοται ο υιος του ανθρωπου εις τας χειρας των αμαρτωλων 42εγειρεσθε αγωμεν ιδου ο παραδιδους με ηγγικεν 43και ευθυς ετι αυτου λαλουντος παραγινεται [ο] ιουδας εις των δωδεκα και μετ αυτου οχλος μετα μαχαιρων και ξυλων παρα των αρχιερεων και των γραμματεων και των πρεσβυτερων 44δεδωκει δε ο παραδιδους αυτον συσσημον αυτοις λεγων ον αν φιλησω αυτος εστιν κρατησατε αυτον και απαγετε ασφαλως 45και ελθων ευθυς προσελθων αυτω λεγει ραββι και κατεφιλησεν αυτον 46οι δε επεβαλον τας χειρας αυτω και εκρατησαν αυτον 47εις δε [τις] των παρεστηκοτων σπασαμενος την μαχαιραν επαισεν τον δουλον του αρχιερεως και αφειλεν αυτου το ωταριον 48και αποκριθεις ο ιησους ειπεν αυτοις ως επι ληστην εξηλθατε μετα μαχαιρων και ξυλων συλλαβειν με 49καθ ημεραν ημην προς υμας εν τω ιερω διδασκων και ουκ εκρατησατε με αλλ ινα πληρωθωσιν αι γραφαι 50και αφεντες αυτον εφυγον παντες 51και νεανισκος τις συνηκολουθει αυτω περιβεβλημενος σινδονα επι γυμνου και κρατουσιν αυτον 52ο δε καταλιπων την σινδονα γυμνος εφυγεν 53και απηγαγον τον ιησουν προς τον αρχιερεα και συνερχονται παντες οι αρχιερεις και οι πρεσβυτεροι και οι γραμματεις 54και ο πετρος απο μακροθεν ηκολουθησεν αυτω εως εσω εις την αυλην του αρχιερεως και ην συγκαθημενος μετα των υπηρετων και θερμαινομενος προς το φως 55οι δε αρχιερεις και ολον το συνεδριον εζητουν κατα του ιησου μαρτυριαν εις το θανατωσαι αυτον και ουχ ηυρισκον 56πολλοι γαρ εψευδομαρτυρουν κατ αυτου και ισαι αι μαρτυριαι ουκ ησαν 57και τινες ανασταντες εψευδομαρτυρουν κατ αυτου λεγοντες 58οτι ημεις ηκουσαμεν αυτου λεγοντος οτι εγω καταλυσω τον ναον τουτον τον χειροποιητον και δια τριων ημερων αλλον αχειροποιητον οικοδομησω 59και ουδε ουτως ιση ην η μαρτυρια αυτων 60και αναστας ο αρχιερευς εις μεσον επηρωτησεν τον ιησουν λεγων ουκ αποκρινη ουδεν τι ουτοι σου καταμαρτυρουσιν 61ο δε εσιωπα και ουκ απεκρινατο ουδεν παλιν ο αρχιερευς επηρωτα αυτον και λεγει αυτω συ ει ο χριστος ο υιος του ευλογητου 62ο δε ιησους ειπεν εγω ειμι και οψεσθε τον υιον του ανθρωπου εκ δεξιων καθημενον της δυναμεως και ερχομενον μετα των νεφελων του ουρανου 63ο δε αρχιερευς διαρρηξας τους χιτωνας αυτου λεγει τι ετι χρειαν εχομεν μαρτυρων 64ηκουσατε της βλασφημιας τι υμιν φαινεται οι δε παντες κατεκριναν αυτον ενοχον ειναι θανατου 65και ηρξαντο τινες εμπτυειν αυτω και περικαλυπτειν αυτου το προσωπον και κολαφιζειν αυτον και λεγειν αυτω προφητευσον και οι υπηρεται ραπισμασιν αυτον ελαβον 66και οντος του πετρου κατω εν τη αυλη ερχεται μια των παιδισκων του αρχιερεως 67και ιδουσα τον πετρον θερμαινομενον εμβλεψασα αυτω λεγει και συ μετα του ναζαρηνου ησθα του ιησου 68ο δε ηρνησατο λεγων ουτε οιδα ουτε επισταμαι συ τι λεγεις και εξηλθεν εξω εις το προαυλιον 69και η παιδισκη ιδουσα αυτον ηρξατο παλιν λεγειν τοις παρεστωσιν οτι ουτος εξ αυτων εστιν 70ο δε παλιν ηρνειτο και μετα μικρον παλιν οι παρεστωτες ελεγον τω πετρω αληθως εξ αυτων ει και γαρ γαλιλαιος ει 71ο δε ηρξατο αναθεματιζειν και ομνυναι οτι ουκ οιδα τον ανθρωπον τουτον ον λεγετε 72και ευθυς εκ δευτερου αλεκτωρ εφωνησεν και ανεμνησθη ο πετρος το ρημα ως ειπεν αυτω ο ιησους οτι πριν αλεκτορα δις φωνησαι τρις με απαρνηση και επιβαλων εκλαιεν

« Prev Mark 14 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |