« Prev Mark 11 Next »

Chapter 11

1και οτε εγγιζουσιν εις ιεροσολυμα εις βηθφαγη και βηθανιαν προς το ορος των ελαιων αποστελλει δυο των μαθητων αυτου 2και λεγει αυτοις υπαγετε εις την κωμην την κατεναντι υμων και ευθυς εισπορευομενοι εις αυτην ευρησετε πωλον δεδεμενον εφ ον ουδεις ουπω ανθρωπων εκαθισεν λυσατε αυτον και φερετε 3και εαν τις υμιν ειπη τι ποιειτε τουτο ειπατε ο κυριος αυτου χρειαν εχει και ευθυς αυτον αποστελλει παλιν ωδε 4και απηλθον και ευρον πωλον δεδεμενον προς θυραν εξω επι του αμφοδου και λυουσιν αυτον 5και τινες των εκει εστηκοτων ελεγον αυτοις τι ποιειτε λυοντες τον πωλον 6οι δε ειπαν αυτοις καθως ειπεν ο ιησους και αφηκαν αυτους 7και φερουσιν τον πωλον προς τον ιησουν και επιβαλλουσιν αυτω τα ιματια αυτων και εκαθισεν επ αυτον 8και πολλοι τα ιματια αυτων εστρωσαν εις την οδον αλλοι δε στιβαδας κοψαντες εκ των αγρων 9και οι προαγοντες και οι ακολουθουντες εκραζον ωσαννα ευλογημενος ο ερχομενος εν ονοματι κυριου 10ευλογημενη η ερχομενη βασιλεια του πατρος ημων δαυιδ ωσαννα εν τοις υψιστοις 11και εισηλθεν εις ιεροσολυμα εις το ιερον και περιβλεψαμενος παντα οψε ηδη ουσης της ωρας εξηλθεν εις βηθανιαν μετα των δωδεκα 12και τη επαυριον εξελθοντων αυτων απο βηθανιας επεινασεν 13και ιδων συκην απο μακροθεν εχουσαν φυλλα ηλθεν ει αρα τι ευρησει εν αυτη και ελθων επ αυτην ουδεν ευρεν ει μη φυλλα ο γαρ καιρος ουκ ην συκων 14και αποκριθεις ειπεν αυτη μηκετι εις τον αιωνα εκ σου μηδεις καρπον φαγοι και ηκουον οι μαθηται αυτου 15και ερχονται εις ιεροσολυμα και εισελθων εις το ιερον ηρξατο εκβαλλειν τους πωλουντας και τους αγοραζοντας εν τω ιερω και τας τραπεζας των κολλυβιστων και τας καθεδρας των πωλουντων τας περιστερας κατεστρεψεν 16και ουκ ηφιεν ινα τις διενεγκη σκευος δια του ιερου 17και εδιδασκεν και ελεγεν ου γεγραπται οτι ο οικος μου οικος προσευχης κληθησεται πασιν τοις εθνεσιν υμεις δε πεποιηκατε αυτον σπηλαιον ληστων 18και ηκουσαν οι αρχιερεις και οι γραμματεις και εζητουν πως αυτον απολεσωσιν εφοβουντο γαρ αυτον πας γαρ ο οχλος εξεπλησσετο επι τη διδαχη αυτου 19και οταν οψε εγενετο εξεπορευοντο εξω της πολεως 20και παραπορευομενοι πρωι ειδον την συκην εξηραμμενην εκ ριζων 21και αναμνησθεις ο πετρος λεγει αυτω ραββι ιδε η συκη ην κατηρασω εξηρανται 22και αποκριθεις ο ιησους λεγει αυτοις εχετε πιστιν θεου 23αμην λεγω υμιν οτι ος αν ειπη τω ορει τουτω αρθητι και βληθητι εις την θαλασσαν και μη διακριθη εν τη καρδια αυτου αλλα πιστευη οτι ο λαλει γινεται εσται αυτω 24δια τουτο λεγω υμιν παντα οσα προσευχεσθε και αιτεισθε πιστευετε οτι ελαβετε και εσται υμιν 25και οταν στηκετε προσευχομενοι αφιετε ει τι εχετε κατα τινος ινα και ο πατηρ υμων ο εν τοις ουρανοις αφη υμιν τα παραπτωματα υμων 26 27και ερχονται παλιν εις ιεροσολυμα και εν τω ιερω περιπατουντος αυτου ερχονται προς αυτον οι αρχιερεις και οι γραμματεις και οι πρεσβυτεροι 28και ελεγον αυτω εν ποια εξουσια ταυτα ποιεις η τις σοι εδωκεν την εξουσιαν ταυτην ινα ταυτα ποιης 29ο δε ιησους ειπεν αυτοις επερωτησω υμας ενα λογον και αποκριθητε μοι και ερω υμιν εν ποια εξουσια ταυτα ποιω 30το βαπτισμα το ιωαννου εξ ουρανου ην η εξ ανθρωπων αποκριθητε μοι 31και διελογιζοντο προς εαυτους λεγοντες εαν ειπωμεν εξ ουρανου ερει δια τι [ουν] ουκ επιστευσατε αυτω 32αλλα ειπωμεν εξ ανθρωπων εφοβουντο τον οχλον απαντες γαρ ειχον τον ιωαννην οντως οτι προφητης ην 33και αποκριθεντες τω ιησου λεγουσιν ουκ οιδαμεν και ο ιησους λεγει αυτοις ουδε εγω λεγω υμιν εν ποια εξουσια ταυτα ποιω

« Prev Mark 11 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |