« Prev Mark 10 Next »

Chapter 10

1και εκειθεν αναστας ερχεται εις τα ορια της ιουδαιας και περαν του ιορδανου και συμπορευονται παλιν οχλοι προς αυτον και ως ειωθει παλιν εδιδασκεν αυτους 2και [προσελθοντες φαρισαιοι] επηρωτων αυτον ει εξεστιν ανδρι γυναικα απολυσαι πειραζοντες αυτον 3ο δε αποκριθεις ειπεν αυτοις τι υμιν ενετειλατο μωυσης 4οι δε ειπαν επετρεψεν μωυσης βιβλιον αποστασιου γραψαι και απολυσαι 5ο δε ιησους ειπεν αυτοις προς την σκληροκαρδιαν υμων εγραψεν υμιν την εντολην ταυτην 6απο δε αρχης κτισεως αρσεν και θηλυ εποιησεν [αυτους] 7ενεκεν τουτου καταλειψει ανθρωπος τον πατερα αυτου και την μητερα 8και εσονται οι δυο εις σαρκα μιαν ωστε ουκετι εισιν δυο αλλα μια σαρξ 9ο ουν ο θεος συνεζευξεν ανθρωπος μη χωριζετω 10και εις την οικιαν παλιν οι μαθηται περι τουτου επηρωτων αυτον 11και λεγει αυτοις ος αν απολυση την γυναικα αυτου και γαμηση αλλην μοιχαται επ αυτην 12και εαν αυτη απολυσασα τον ανδρα αυτης γαμηση αλλον μοιχαται 13και προσεφερον αυτω παιδια ινα αυτων αψηται οι δε μαθηται επετιμησαν αυτοις 14ιδων δε ο ιησους ηγανακτησεν και ειπεν αυτοις αφετε τα παιδια ερχεσθαι προς με μη κωλυετε αυτα των γαρ τοιουτων εστιν η βασιλεια του θεου 15αμην λεγω υμιν ος αν μη δεξηται την βασιλειαν του θεου ως παιδιον ου μη εισελθη εις αυτην 16και εναγκαλισαμενος αυτα κατευλογει τιθεις τας χειρας επ αυτα 17και εκπορευομενου αυτου εις οδον προσδραμων εις και γονυπετησας αυτον επηρωτα αυτον διδασκαλε αγαθε τι ποιησω ινα ζωην αιωνιον κληρονομησω 18ο δε ιησους ειπεν αυτω τι με λεγεις αγαθον ουδεις αγαθος ει μη εις ο θεος 19τας εντολας οιδας μη φονευσης μη μοιχευσης μη κλεψης μη ψευδομαρτυρησης μη αποστερησης τιμα τον πατερα σου και την μητερα 20ο δε εφη αυτω διδασκαλε ταυτα παντα εφυλαξαμην εκ νεοτητος μου 21ο δε ιησους εμβλεψας αυτω ηγαπησεν αυτον και ειπεν αυτω εν σε υστερει υπαγε οσα εχεις πωλησον και δος [τοις] πτωχοις και εξεις θησαυρον εν ουρανω και δευρο ακολουθει μοι 22ο δε στυγνασας επι τω λογω απηλθεν λυπουμενος ην γαρ εχων κτηματα πολλα 23και περιβλεψαμενος ο ιησους λεγει τοις μαθηταις αυτου πως δυσκολως οι τα χρηματα εχοντες εις την βασιλειαν του θεου εισελευσονται 24οι δε μαθηται εθαμβουντο επι τοις λογοις αυτου ο δε ιησους παλιν αποκριθεις λεγει αυτοις τεκνα πως δυσκολον εστιν εις την βασιλειαν του θεου εισελθειν 25ευκοπωτερον εστιν καμηλον δια τρυμαλιας ραφιδος διελθειν η πλουσιον εις την βασιλειαν του θεου εισελθειν 26οι δε περισσως εξεπλησσοντο λεγοντες προς αυτον και τις δυναται σωθηναι 27εμβλεψας αυτοις ο ιησους λεγει παρα ανθρωποις αδυνατον αλλ ου παρα θεω παντα γαρ δυνατα παρα [τω] θεω 28ηρξατο λεγειν ο πετρος αυτω ιδου ημεις αφηκαμεν παντα και ηκολουθηκαμεν σοι 29εφη ο ιησους αμην λεγω υμιν ουδεις εστιν ος αφηκεν οικιαν η αδελφους η αδελφας η μητερα η πατερα η τεκνα η αγρους ενεκεν εμου και [ενεκεν] του ευαγγελιου 30εαν μη λαβη εκατονταπλασιονα νυν εν τω καιρω τουτω οικιας και αδελφους και αδελφας και μητερας και τεκνα και αγρους μετα διωγμων και εν τω αιωνι τω ερχομενω ζωην αιωνιον 31πολλοι δε εσονται πρωτοι εσχατοι και [οι] εσχατοι πρωτοι 32ησαν δε εν τη οδω αναβαινοντες εις ιεροσολυμα και ην προαγων αυτους ο ιησους και εθαμβουντο οι δε ακολουθουντες εφοβουντο και παραλαβων παλιν τους δωδεκα ηρξατο αυτοις λεγειν τα μελλοντα αυτω συμβαινειν 33οτι ιδου αναβαινομεν εις ιεροσολυμα και ο υιος του ανθρωπου παραδοθησεται τοις αρχιερευσιν και τοις γραμματευσιν και κατακρινουσιν αυτον θανατω και παραδωσουσιν αυτον τοις εθνεσιν 34και εμπαιξουσιν αυτω και εμπτυσουσιν αυτω και μαστιγωσουσιν αυτον και αποκτενουσιν και μετα τρεις ημερας αναστησεται 35και προσπορευονται αυτω ιακωβος και ιωαννης οι [δυο] υιοι ζεβεδαιου λεγοντες αυτω διδασκαλε θελομεν ινα ο εαν αιτησωμεν σε ποιησης ημιν 36ο δε ειπεν αυτοις τι θελετε ποιησω υμιν 37οι δε ειπαν αυτω δος ημιν ινα εις σου εκ δεξιων και εις εξ αριστερων καθισωμεν εν τη δοξη σου 38ο δε ιησους ειπεν αυτοις ουκ οιδατε τι αιτεισθε δυνασθε πιειν το ποτηριον ο εγω πινω η το βαπτισμα ο εγω βαπτιζομαι βαπτισθηναι 39οι δε ειπαν αυτω δυναμεθα ο δε ιησους ειπεν αυτοις το ποτηριον ο εγω πινω πιεσθε και το βαπτισμα ο εγω βαπτιζομαι βαπτισθησεσθε 40το δε καθισαι εκ δεξιων μου η εξ ευωνυμων ουκ εστιν εμον δουναι αλλ οις ητοιμασται 41και ακουσαντες οι δεκα ηρξαντο αγανακτειν περι ιακωβου και ιωαννου 42και προσκαλεσαμενος αυτους ο ιησους λεγει αυτοις οιδατε οτι οι δοκουντες αρχειν των εθνων κατακυριευουσιν αυτων και οι μεγαλοι αυτων κατεξουσιαζουσιν αυτων 43ουχ ουτως δε εστιν εν υμιν αλλ ος αν θελη μεγας γενεσθαι εν υμιν εσται υμων διακονος 44και ος αν θελη εν υμιν ειναι πρωτος εσται παντων δουλος 45και γαρ ο υιος του ανθρωπου ουκ ηλθεν διακονηθηναι αλλα διακονησαι και δουναι την ψυχην αυτου λυτρον αντι πολλων 46και ερχονται εις ιεριχω και εκπορευομενου αυτου απο ιεριχω και των μαθητων αυτου και οχλου ικανου ο υιος τιμαιου βαρτιμαιος τυφλος προσαιτης εκαθητο παρα την οδον 47και ακουσας οτι ιησους ο ναζαρηνος εστιν ηρξατο κραζειν και λεγειν υιε δαυιδ ιησου ελεησον με 48και επετιμων αυτω πολλοι ινα σιωπηση ο δε πολλω μαλλον εκραζεν υιε δαυιδ ελεησον με 49και στας ο ιησους ειπεν φωνησατε αυτον και φωνουσιν τον τυφλον λεγοντες αυτω θαρσει εγειρε φωνει σε 50ο δε αποβαλων το ιματιον αυτου αναπηδησας ηλθεν προς τον ιησουν 51και αποκριθεις αυτω ο ιησους ειπεν τι σοι θελεις ποιησω ο δε τυφλος ειπεν αυτω ραββουνι ινα αναβλεψω 52και ο ιησους ειπεν αυτω υπαγε η πιστις σου σεσωκεν σε και ευθυς ανεβλεψεν και ηκολουθει αυτω εν τη οδω

« Prev Mark 10 Next »





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |