« Prev Mark 1 Next »

Chapter 1

1αρχη του ευαγγελιου ιησου χριστου 2καθως γεγραπται εν τω ησαια τω προφητη ιδου αποστελλω τον αγγελον μου προ προσωπου σου ος κατασκευασει την οδον σου 3φωνη βοωντος εν τη ερημω ετοιμασατε την οδον κυριου ευθειας ποιειτε τας τριβους αυτου 4εγενετο ιωαννης ο βαπτιζων εν τη ερημω κηρυσσων βαπτισμα μετανοιας εις αφεσιν αμαρτιων 5και εξεπορευετο προς αυτον πασα η ιουδαια χωρα και οι ιεροσολυμιται παντες και εβαπτιζοντο υπ αυτου εν τω ιορδανη ποταμω εξομολογουμενοι τας αμαρτιας αυτων 6και ην ο ιωαννης ενδεδυμενος τριχας καμηλου και ζωνην δερματινην περι την οσφυν αυτου και εσθιων ακριδας και μελι αγριον 7και εκηρυσσεν λεγων ερχεται ο ισχυροτερος μου οπισω [μου] ου ουκ ειμι ικανος κυψας λυσαι τον ιμαντα των υποδηματων αυτου 8εγω εβαπτισα υμας υδατι αυτος δε βαπτισει υμας πνευματι αγιω 9και εγενετο εν εκειναις ταις ημεραις ηλθεν ιησους απο ναζαρετ της γαλιλαιας και εβαπτισθη εις τον ιορδανην υπο ιωαννου 10και ευθυς αναβαινων εκ του υδατος ειδεν σχιζομενους τους ουρανους και το πνευμα ως περιστεραν καταβαινον εις αυτον 11και φωνη [εγενετο] εκ των ουρανων συ ει ο υιος μου ο αγαπητος εν σοι ευδοκησα 12και ευθυς το πνευμα αυτον εκβαλλει εις την ερημον 13και ην εν τη ερημω τεσσερακοντα ημερας πειραζομενος υπο του σατανα και ην μετα των θηριων και οι αγγελοι διηκονουν αυτω 14και μετα το παραδοθηναι τον ιωαννην ηλθεν ο ιησους εις την γαλιλαιαν κηρυσσων το ευαγγελιον του θεου 15[και λεγων] οτι πεπληρωται ο καιρος και ηγγικεν η βασιλεια του θεου μετανοειτε και πιστευετε εν τω ευαγγελιω 16και παραγων παρα την θαλασσαν της γαλιλαιας ειδεν σιμωνα και ανδρεαν τον αδελφον σιμωνος αμφιβαλλοντας εν τη θαλασση ησαν γαρ αλιεις 17και ειπεν αυτοις ο ιησους δευτε οπισω μου και ποιησω υμας γενεσθαι αλιεις ανθρωπων 18και ευθυς αφεντες τα δικτυα ηκολουθησαν αυτω 19και προβας ολιγον ειδεν ιακωβον τον του ζεβεδαιου και ιωαννην τον αδελφον αυτου και αυτους εν τω πλοιω καταρτιζοντας τα δικτυα 20και ευθυς εκαλεσεν αυτους και αφεντες τον πατερα αυτων ζεβεδαιον εν τω πλοιω μετα των μισθωτων απηλθον οπισω αυτου 21και εισπορευονται εις καφαρναουμ και ευθυς τοις σαββασιν εισελθων εις την συναγωγην εδιδασκεν 22και εξεπλησσοντο επι τη διδαχη αυτου ην γαρ διδασκων αυτους ως εξουσιαν εχων και ουχ ως οι γραμματεις 23και ευθυς ην εν τη συναγωγη αυτων ανθρωπος εν πνευματι ακαθαρτω και ανεκραξεν 24λεγων τι ημιν και σοι ιησου ναζαρηνε ηλθες απολεσαι ημας οιδα σε τις ει ο αγιος του θεου 25και επετιμησεν αυτω ο ιησους [λεγων] φιμωθητι και εξελθε εξ αυτου 26και σπαραξαν αυτον το πνευμα το ακαθαρτον και φωνησαν φωνη μεγαλη εξηλθεν εξ αυτου 27και εθαμβηθησαν απαντες ωστε συζητειν αυτους λεγοντας τι εστιν τουτο διδαχη καινη κατ εξουσιαν και τοις πνευμασιν τοις ακαθαρτοις επιτασσει και υπακουουσιν αυτω 28και εξηλθεν η ακοη αυτου ευθυς πανταχου εις ολην την περιχωρον της γαλιλαιας 29και ευθυς εκ της συναγωγης εξελθοντες ηλθον εις την οικιαν σιμωνος και ανδρεου μετα ιακωβου και ιωαννου 30η δε πενθερα σιμωνος κατεκειτο πυρεσσουσα και ευθυς λεγουσιν αυτω περι αυτης 31και προσελθων ηγειρεν αυτην κρατησας της χειρος και αφηκεν αυτην ο πυρετος και διηκονει αυτοις 32οψιας δε γενομενης οτε εδυσεν ο ηλιος εφερον προς αυτον παντας τους κακως εχοντας και τους δαιμονιζομενους 33και ην ολη η πολις επισυνηγμενη προς την θυραν 34και εθεραπευσεν πολλους κακως εχοντας ποικιλαις νοσοις και δαιμονια πολλα εξεβαλεν και ουκ ηφιεν λαλειν τα δαιμονια οτι ηδεισαν αυτον [χριστον ειναι] 35και πρωι εννυχα λιαν αναστας εξηλθεν [και απηλθεν] εις ερημον τοπον κακει προσηυχετο 36και κατεδιωξεν αυτον σιμων και οι μετ αυτου 37και ευρον αυτον και λεγουσιν αυτω οτι παντες ζητουσιν σε 38και λεγει αυτοις αγωμεν αλλαχου εις τας εχομενας κωμοπολεις ινα και εκει κηρυξω εις τουτο γαρ εξηλθον 39και ηλθεν κηρυσσων εις τας συναγωγας αυτων εις ολην την γαλιλαιαν και τα δαιμονια εκβαλλων 40και ερχεται προς αυτον λεπρος παρακαλων αυτον [και γονυπετων] λεγων αυτω οτι εαν θελης δυνασαι με καθαρισαι 41και σπλαγχνισθεις εκτεινας την χειρα αυτου ηψατο και λεγει αυτω θελω καθαρισθητι 42και ευθυς απηλθεν απ αυτου η λεπρα και εκαθαρισθη 43και εμβριμησαμενος αυτω ευθυς εξεβαλεν αυτον 44και λεγει αυτω ορα μηδενι μηδεν ειπης αλλα υπαγε σεαυτον δειξον τω ιερει και προσενεγκε περι του καθαρισμου σου α προσεταξεν μωυσης εις μαρτυριον αυτοις 45ο δε εξελθων ηρξατο κηρυσσειν πολλα και διαφημιζειν τον λογον ωστε μηκετι αυτον δυνασθαι φανερως εις πολιν εισελθειν αλλ εξω επ ερημοις τοποις [ην] και ηρχοντο προς αυτον παντοθεν

« Prev Mark 1 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |