« Prev Mark 2 Next »

Chapter 2

1και εισελθων παλιν εις καφαρναουμ δι ημερων ηκουσθη οτι εν οικω εστιν 2και συνηχθησαν πολλοι ωστε μηκετι χωρειν μηδε τα προς την θυραν και ελαλει αυτοις τον λογον 3και ερχονται φεροντες προς αυτον παραλυτικον αιρομενον υπο τεσσαρων 4και μη δυναμενοι προσενεγκαι αυτω δια τον οχλον απεστεγασαν την στεγην οπου ην και εξορυξαντες χαλωσιν τον κραβαττον οπου ο παραλυτικος κατεκειτο 5και ιδων ο ιησους την πιστιν αυτων λεγει τω παραλυτικω τεκνον αφιενται σου αι αμαρτιαι 6ησαν δε τινες των γραμματεων εκει καθημενοι και διαλογιζομενοι εν ταις καρδιαις αυτων 7τι ουτος ουτως λαλει βλασφημει τις δυναται αφιεναι αμαρτιας ει μη εις ο θεος 8και ευθυς επιγνους ο ιησους τω πνευματι αυτου οτι [ουτως] διαλογιζονται εν εαυτοις λεγει [αυτοις] τι ταυτα διαλογιζεσθε εν ταις καρδιαις υμων 9τι εστιν ευκοπωτερον ειπειν τω παραλυτικω αφιενται σου αι αμαρτιαι η ειπειν εγειρου [και] αρον τον κραβαττον σου και περιπατει 10ινα δε ειδητε οτι εξουσιαν εχει ο υιος του ανθρωπου αφιεναι αμαρτιας επι της γης λεγει τω παραλυτικω 11σοι λεγω εγειρε αρον τον κραβαττον σου και υπαγε εις τον οικον σου 12και ηγερθη και ευθυς αρας τον κραβαττον εξηλθεν εμπροσθεν παντων ωστε εξιστασθαι παντας και δοξαζειν τον θεον [λεγοντας] οτι ουτως ουδεποτε ειδομεν 13και εξηλθεν παλιν παρα την θαλασσαν και πας ο οχλος ηρχετο προς αυτον και εδιδασκεν αυτους 14και παραγων ειδεν λευιν τον του αλφαιου καθημενον επι το τελωνιον και λεγει αυτω ακολουθει μοι και αναστας ηκολουθησεν αυτω 15και γινεται κατακεισθαι αυτον εν τη οικια αυτου και πολλοι τελωναι και αμαρτωλοι συνανεκειντο τω ιησου και τοις μαθηταις αυτου ησαν γαρ πολλοι και ηκολουθουν αυτω 16και οι γραμματεις των φαρισαιων ιδοντες οτι εσθιει μετα των αμαρτωλων και τελωνων ελεγον τοις μαθηταις αυτου οτι μετα των τελωνων και αμαρτωλων εσθιει 17και ακουσας ο ιησους λεγει αυτοις [οτι] ου χρειαν εχουσιν οι ισχυοντες ιατρου αλλ οι κακως εχοντες ουκ ηλθον καλεσαι δικαιους αλλα αμαρτωλους 18και ησαν οι μαθηται ιωαννου και οι φαρισαιοι νηστευοντες και ερχονται και λεγουσιν αυτω δια τι οι μαθηται ιωαννου και οι μαθηται των φαρισαιων νηστευουσιν οι δε σοι [μαθηται] ου νηστευουσιν 19και ειπεν αυτοις ο ιησους μη δυνανται οι υιοι του νυμφωνος εν ω ο νυμφιος μετ αυτων εστιν νηστευειν οσον χρονον εχουσιν τον νυμφιον μετ αυτων ου δυνανται νηστευειν 20ελευσονται δε ημεραι οταν απαρθη απ αυτων ο νυμφιος και τοτε νηστευσουσιν εν εκεινη τη ημερα 21ουδεις επιβλημα ρακους αγναφου επιραπτει επι ιματιον παλαιον ει δε μη αιρει το πληρωμα απ αυτου το καινον του παλαιου και χειρον σχισμα γινεται 22και ουδεις βαλλει οινον νεον εις ασκους παλαιους ει δε μη ρηξει ο οινος τους ασκους και ο οινος απολλυται και οι ασκοι [αλλα οινον νεον εις ασκους καινους] 23και εγενετο αυτον εν τοις σαββασιν διαπορευεσθαι δια των σποριμων και οι μαθηται αυτου ηρξαντο οδον ποιειν τιλλοντες τους σταχυας 24και οι φαρισαιοι ελεγον αυτω ιδε τι ποιουσιν τοις σαββασιν ο ουκ εξεστιν 25και λεγει αυτοις ουδεποτε ανεγνωτε τι εποιησεν δαυιδ οτε χρειαν εσχεν και επεινασεν αυτος και οι μετ αυτου 26[πως] εισηλθεν εις τον οικον του θεου επι αβιαθαρ αρχιερεως και τους αρτους της προθεσεως εφαγεν ους ουκ εξεστιν φαγειν ει μη τους ιερεις και εδωκεν και τοις συν αυτω ουσιν 27και ελεγεν αυτοις το σαββατον δια τον ανθρωπον εγενετο και ουχ ο ανθρωπος δια το σαββατον 28ωστε κυριος εστιν ο υιος του ανθρωπου και του σαββατου

« Prev Mark 2 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |