« Prev Luke 9 Next »

Chapter 9

1συγκαλεσαμενος δε τους δωδεκα εδωκεν αυτοις δυναμιν και εξουσιαν επι παντα τα δαιμονια και νοσους θεραπευειν 2και απεστειλεν αυτους κηρυσσειν την βασιλειαν του θεου και ιασθαι 3και ειπεν προς αυτους μηδεν αιρετε εις την οδον μητε ραβδον μητε πηραν μητε αρτον μητε αργυριον μητε δυο χιτωνας εχειν 4και εις ην αν οικιαν εισελθητε εκει μενετε και εκειθεν εξερχεσθε 5και οσοι αν μη δεχωνται υμας εξερχομενοι απο της πολεως εκεινης τον κονιορτον απο των ποδων υμων αποτινασσετε εις μαρτυριον επ αυτους 6εξερχομενοι δε διηρχοντο κατα τας κωμας ευαγγελιζομενοι και θεραπευοντες πανταχου 7ηκουσεν δε ηρωδης ο τετρααρχης τα γινομενα παντα και διηπορει δια το λεγεσθαι υπο τινων οτι ιωαννης ηγερθη εκ νεκρων 8υπο τινων δε οτι ηλιας εφανη αλλων δε οτι προφητης τις των αρχαιων ανεστη 9ειπεν δε [ο] ηρωδης ιωαννην εγω απεκεφαλισα τις δε εστιν ουτος περι ου ακουω τοιαυτα και εζητει ιδειν αυτον 10και υποστρεψαντες οι αποστολοι διηγησαντο αυτω οσα εποιησαν και παραλαβων αυτους υπεχωρησεν κατ ιδιαν εις πολιν καλουμενην βηθσαιδα 11οι δε οχλοι γνοντες ηκολουθησαν αυτω και αποδεξαμενος αυτους ελαλει αυτοις περι της βασιλειας του θεου και τους χρειαν εχοντας θεραπειας ιατο 12η δε ημερα ηρξατο κλινειν προσελθοντες δε οι δωδεκα ειπαν αυτω απολυσον τον οχλον ινα πορευθεντες εις τας κυκλω κωμας και αγρους καταλυσωσιν και ευρωσιν επισιτισμον οτι ωδε εν ερημω τοπω εσμεν 13ειπεν δε προς αυτους δοτε αυτοις φαγειν υμεις οι δε ειπαν ουκ εισιν ημιν πλειον η αρτοι πεντε και ιχθυες δυο ει μητι πορευθεντες ημεις αγορασωμεν εις παντα τον λαον τουτον βρωματα 14ησαν γαρ ωσει ανδρες πεντακισχιλιοι ειπεν δε προς τους μαθητας αυτου κατακλινατε αυτους κλισιας ωσει ανα πεντηκοντα 15και εποιησαν ουτως και κατεκλιναν απαντας 16λαβων δε τους πεντε αρτους και τους δυο ιχθυας αναβλεψας εις τον ουρανον ευλογησεν αυτους και κατεκλασεν και εδιδου τοις μαθηταις παραθειναι τω οχλω 17και εφαγον και εχορτασθησαν παντες και ηρθη το περισσευσαν αυτοις κλασματων κοφινοι δωδεκα 18και εγενετο εν τω ειναι αυτον προσευχομενον κατα μονας συνησαν αυτω οι μαθηται και επηρωτησεν αυτους λεγων τινα με οι οχλοι λεγουσιν ειναι 19οι δε αποκριθεντες ειπαν ιωαννην τον βαπτιστην αλλοι δε ηλιαν αλλοι δε οτι προφητης τις των αρχαιων ανεστη 20ειπεν δε αυτοις υμεις δε τινα με λεγετε ειναι πετρος δε αποκριθεις ειπεν τον χριστον του θεου 21ο δε επιτιμησας αυτοις παρηγγειλεν μηδενι λεγειν τουτο 22ειπων οτι δει τον υιον του ανθρωπου πολλα παθειν και αποδοκιμασθηναι απο των πρεσβυτερων και αρχιερεων και γραμματεων και αποκτανθηναι και τη τριτη ημερα εγερθηναι 23ελεγεν δε προς παντας ει τις θελει οπισω μου ερχεσθαι αρνησασθω εαυτον και αρατω τον σταυρον αυτου καθ ημεραν και ακολουθειτω μοι 24ος γαρ αν θελη την ψυχην αυτου σωσαι απολεσει αυτην ος δ αν απολεση την ψυχην αυτου ενεκεν εμου ουτος σωσει αυτην 25τι γαρ ωφελειται ανθρωπος κερδησας τον κοσμον ολον εαυτον δε απολεσας η ζημιωθεις 26ος γαρ αν επαισχυνθη με και τους εμους λογους τουτον ο υιος του ανθρωπου επαισχυνθησεται οταν ελθη εν τη δοξη αυτου και του πατρος και των αγιων αγγελων 27λεγω δε υμιν αληθως εισιν τινες των αυτου εστηκοτων οι ου μη γευσωνται θανατου εως αν ιδωσιν την βασιλειαν του θεου 28εγενετο δε μετα τους λογους τουτους ωσει ημεραι οκτω παραλαβων πετρον και ιωαννην και ιακωβον ανεβη εις το ορος προσευξασθαι 29και εγενετο εν τω προσευχεσθαι αυτον το ειδος του προσωπου αυτου ετερον και ο ιματισμος αυτου λευκος εξαστραπτων 30και ιδου ανδρες δυο συνελαλουν αυτω οιτινες ησαν μωυσης και ηλιας 31οι οφθεντες εν δοξη ελεγον την εξοδον αυτου ην ημελλεν πληρουν εν ιερουσαλημ 32ο δε πετρος και οι συν αυτω ησαν βεβαρημενοι υπνω διαγρηγορησαντες δε ειδον την δοξαν αυτου και τους δυο ανδρας τους συνεστωτας αυτω 33και εγενετο εν τω διαχωριζεσθαι αυτους απ αυτου ειπεν ο πετρος προς τον ιησουν επιστατα καλον εστιν ημας ωδε ειναι και ποιησωμεν σκηνας τρεις μιαν σοι και μιαν μωυσει και μιαν ηλια μη ειδως ο λεγει 34ταυτα δε αυτου λεγοντος εγενετο νεφελη και επεσκιαζεν αυτους εφοβηθησαν δε εν τω εισελθειν αυτους εις την νεφελην 35και φωνη εγενετο εκ της νεφελης λεγουσα ουτος εστιν ο υιος μου ο εκλελεγμενος αυτου ακουετε 36και εν τω γενεσθαι την φωνην ευρεθη ιησους μονος και αυτοι εσιγησαν και ουδενι απηγγειλαν εν εκειναις ταις ημεραις ουδεν ων εωρακαν 37εγενετο δε τη εξης ημερα κατελθοντων αυτων απο του ορους συνηντησεν αυτω οχλος πολυς 38και ιδου ανηρ απο του οχλου εβοησεν λεγων διδασκαλε δεομαι σου επιβλεψαι επι τον υιον μου οτι μονογενης μοι εστιν 39και ιδου πνευμα λαμβανει αυτον και εξαιφνης κραζει και σπαρασσει αυτον μετα αφρου και μολις αποχωρει απ αυτου συντριβον αυτον 40και εδεηθην των μαθητων σου ινα εκβαλωσιν αυτο και ουκ ηδυνηθησαν 41αποκριθεις δε ο ιησους ειπεν ω γενεα απιστος και διεστραμμενη εως ποτε εσομαι προς υμας και ανεξομαι υμων προσαγαγε ωδε τον υιον σου 42ετι δε προσερχομενου αυτου ερρηξεν αυτον το δαιμονιον και συνεσπαραξεν επετιμησεν δε ο ιησους τω πνευματι τω ακαθαρτω και ιασατο τον παιδα και απεδωκεν αυτον τω πατρι αυτου 43εξεπλησσοντο δε παντες επι τη μεγαλειοτητι του θεου παντων δε θαυμαζοντων επι πασιν οις εποιει ειπεν προς τους μαθητας αυτου 44θεσθε υμεις εις τα ωτα υμων τους λογους τουτους ο γαρ υιος του ανθρωπου μελλει παραδιδοσθαι εις χειρας ανθρωπων 45οι δε ηγνοουν το ρημα τουτο και ην παρακεκαλυμμενον απ αυτων ινα μη αισθωνται αυτο και εφοβουντο ερωτησαι αυτον περι του ρηματος τουτου 46εισηλθεν δε διαλογισμος εν αυτοις το τις αν ειη μειζων αυτων 47ο δε ιησους ειδως τον διαλογισμον της καρδιας αυτων επιλαβομενος παιδιον εστησεν αυτο παρ εαυτω 48και ειπεν αυτοις ος εαν δεξηται τουτο το παιδιον επι τω ονοματι μου εμε δεχεται και ος αν εμε δεξηται δεχεται τον αποστειλαντα με ο γαρ μικροτερος εν πασιν υμιν υπαρχων ουτος εστιν μεγας 49αποκριθεις δε ιωαννης ειπεν επιστατα ειδομεν τινα εν τω ονοματι σου εκβαλλοντα δαιμονια και εκωλυομεν αυτον οτι ουκ ακολουθει μεθ ημων 50ειπεν δε προς αυτον ιησους μη κωλυετε ος γαρ ουκ εστιν καθ υμων υπερ υμων εστιν 51εγενετο δε εν τω συμπληρουσθαι τας ημερας της αναλημψεως αυτου και αυτος το προσωπον εστηρισεν του πορευεσθαι εις ιερουσαλημ 52και απεστειλεν αγγελους προ προσωπου αυτου και πορευθεντες εισηλθον εις κωμην σαμαριτων ως ετοιμασαι αυτω 53και ουκ εδεξαντο αυτον οτι το προσωπον αυτου ην πορευομενον εις ιερουσαλημ 54ιδοντες δε οι μαθηται ιακωβος και ιωαννης ειπαν κυριε θελεις ειπωμεν πυρ καταβηναι απο του ουρανου και αναλωσαι αυτους 55στραφεις δε επετιμησεν αυτοις 56και επορευθησαν εις ετεραν κωμην 57και πορευομενων αυτων εν τη οδω ειπεν τις προς αυτον ακολουθησω σοι οπου εαν απερχη 58και ειπεν αυτω [ο] ιησους αι αλωπεκες φωλεους εχουσιν και τα πετεινα του ουρανου κατασκηνωσεις ο δε υιος του ανθρωπου ουκ εχει που την κεφαλην κλινη 59ειπεν δε προς ετερον ακολουθει μοι ο δε ειπεν επιτρεψον μοι πρωτον απελθοντι θαψαι τον πατερα μου 60ειπεν δε αυτω αφες τους νεκρους θαψαι τους εαυτων νεκρους συ δε απελθων διαγγελλε την βασιλειαν του θεου 61ειπεν δε και ετερος ακολουθησω σοι κυριε πρωτον δε επιτρεψον μοι αποταξασθαι τοις εις τον οικον μου 62ειπεν δε [προς αυτον] ο ιησους ουδεις επιβαλων την χειρα επ αροτρον και βλεπων εις τα οπισω ευθετος εστιν τη βασιλεια του θεου

« Prev Luke 9 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |