« Prev Luke 8 Next »

Chapter 8

1και εγενετο εν τω καθεξης και αυτος διωδευεν κατα πολιν και κωμην κηρυσσων και ευαγγελιζομενος την βασιλειαν του θεου και οι δωδεκα συν αυτω 2και γυναικες τινες αι ησαν τεθεραπευμεναι απο πνευματων πονηρων και ασθενειων μαρια η καλουμενη μαγδαληνη αφ ης δαιμονια επτα εξεληλυθει 3και ιωαννα γυνη χουζα επιτροπου ηρωδου και σουσαννα και ετεραι πολλαι αιτινες διηκονουν αυτοις εκ των υπαρχοντων αυταις 4συνιοντος δε οχλου πολλου και των κατα πολιν επιπορευομενων προς αυτον ειπεν δια παραβολης 5εξηλθεν ο σπειρων του σπειραι τον σπορον αυτου και εν τω σπειρειν αυτον ο μεν επεσεν παρα την οδον και κατεπατηθη και τα πετεινα του ουρανου κατεφαγεν αυτο 6και ετερον κατεπεσεν επι την πετραν και φυεν εξηρανθη δια το μη εχειν ικμαδα 7και ετερον επεσεν εν μεσω των ακανθων και συμφυεισαι αι ακανθαι απεπνιξαν αυτο 8και ετερον επεσεν εις την γην την αγαθην και φυεν εποιησεν καρπον εκατονταπλασιονα ταυτα λεγων εφωνει ο εχων ωτα ακουειν ακουετω 9επηρωτων δε αυτον οι μαθηται αυτου τις αυτη ειη η παραβολη 10ο δε ειπεν υμιν δεδοται γνωναι τα μυστηρια της βασιλειας του θεου τοις δε λοιποις εν παραβολαις ινα βλεποντες μη βλεπωσιν και ακουοντες μη συνιωσιν 11εστιν δε αυτη η παραβολη ο σπορος εστιν ο λογος του θεου 12οι δε παρα την οδον εισιν οι ακουσαντες ειτα ερχεται ο διαβολος και αιρει τον λογον απο της καρδιας αυτων ινα μη πιστευσαντες σωθωσιν 13οι δε επι της πετρας οι οταν ακουσωσιν μετα χαρας δεχονται τον λογον και ουτοι ριζαν ουκ εχουσιν οι προς καιρον πιστευουσιν και εν καιρω πειρασμου αφιστανται 14το δε εις τας ακανθας πεσον ουτοι εισιν οι ακουσαντες και υπο μεριμνων και πλουτου και ηδονων του βιου πορευομενοι συμπνιγονται και ου τελεσφορουσιν 15το δε εν τη καλη γη ουτοι εισιν οιτινες εν καρδια καλη και αγαθη ακουσαντες τον λογον κατεχουσιν και καρποφορουσιν εν υπομονη 16ουδεις δε λυχνον αψας καλυπτει αυτον σκευει η υποκατω κλινης τιθησιν αλλ επι λυχνιας τιθησιν ινα οι εισπορευομενοι βλεπωσιν το φως 17ου γαρ εστιν κρυπτον ο ου φανερον γενησεται ουδε αποκρυφον ο ου μη γνωσθη και εις φανερον ελθη 18βλεπετε ουν πως ακουετε ος αν γαρ εχη δοθησεται αυτω και ος αν μη εχη και ο δοκει εχειν αρθησεται απ αυτου 19παρεγενετο δε προς αυτον η μητηρ και οι αδελφοι αυτου και ουκ ηδυναντο συντυχειν αυτω δια τον οχλον 20απηγγελη δε αυτω η μητηρ σου και οι αδελφοι σου εστηκασιν εξω ιδειν θελοντες σε 21ο δε αποκριθεις ειπεν προς αυτους μητηρ μου και αδελφοι μου ουτοι εισιν οι τον λογον του θεου ακουοντες και ποιουντες 22εγενετο δε εν μια των ημερων και αυτος ενεβη εις πλοιον και οι μαθηται αυτου και ειπεν προς αυτους διελθωμεν εις το περαν της λιμνης και ανηχθησαν 23πλεοντων δε αυτων αφυπνωσεν και κατεβη λαιλαψ ανεμου εις την λιμνην και συνεπληρουντο και εκινδυνευον 24προσελθοντες δε διηγειραν αυτον λεγοντες επιστατα επιστατα απολλυμεθα ο δε διεγερθεις επετιμησεν τω ανεμω και τω κλυδωνι του υδατος και επαυσαντο και εγενετο γαληνη 25ειπεν δε αυτοις που η πιστις υμων φοβηθεντες δε εθαυμασαν λεγοντες προς αλληλους τις αρα ουτος εστιν οτι και τοις ανεμοις επιτασσει και τω υδατι και υπακουουσιν αυτω 26και κατεπλευσαν εις την χωραν των γερασηνων ητις εστιν αντιπερα της γαλιλαιας 27εξελθοντι δε αυτω επι την γην υπηντησεν ανηρ τις εκ της πολεως εχων δαιμονια και χρονω ικανω ουκ ενεδυσατο ιματιον και εν οικια ουκ εμενεν αλλ εν τοις μνημασιν 28ιδων δε τον ιησουν ανακραξας προσεπεσεν αυτω και φωνη μεγαλη ειπεν τι εμοι και σοι ιησου υιε [του θεου] του υψιστου δεομαι σου μη με βασανισης 29παρηγγελλεν γαρ τω πνευματι τω ακαθαρτω εξελθειν απο του ανθρωπου πολλοις γαρ χρονοις συνηρπακει αυτον και εδεσμευετο αλυσεσιν και πεδαις φυλασσομενος και διαρρησσων τα δεσμα ηλαυνετο απο του δαιμονιου εις τας ερημους 30επηρωτησεν δε αυτον ο ιησους τι σοι ονομα εστιν ο δε ειπεν λεγιων οτι εισηλθεν δαιμονια πολλα εις αυτον 31και παρεκαλουν αυτον ινα μη επιταξη αυτοις εις την αβυσσον απελθειν 32ην δε εκει αγελη χοιρων ικανων βοσκομενη εν τω ορει και παρεκαλεσαν αυτον ινα επιτρεψη αυτοις εις εκεινους εισελθειν και επετρεψεν αυτοις 33εξελθοντα δε τα δαιμονια απο του ανθρωπου εισηλθον εις τους χοιρους και ωρμησεν η αγελη κατα του κρημνου εις την λιμνην και απεπνιγη 34ιδοντες δε οι βοσκοντες το γεγονος εφυγον και απηγγειλαν εις την πολιν και εις τους αγρους 35εξηλθον δε ιδειν το γεγονος και ηλθον προς τον ιησουν και ευρον καθημενον τον ανθρωπον αφ ου τα δαιμονια εξηλθεν ιματισμενον και σωφρονουντα παρα τους ποδας [του] ιησου και εφοβηθησαν 36απηγγειλαν δε αυτοις οι ιδοντες πως εσωθη ο δαιμονισθεις 37και ηρωτησεν αυτον απαν το πληθος της περιχωρου των γερασηνων απελθειν απ αυτων οτι φοβω μεγαλω συνειχοντο αυτος δε εμβας εις πλοιον υπεστρεψεν 38εδειτο δε αυτου ο ανηρ αφ ου εξεληλυθει τα δαιμονια ειναι συν αυτω απελυσεν δε αυτον λεγων 39υποστρεφε εις τον οικον σου και διηγου οσα σοι εποιησεν ο θεος και απηλθεν καθ ολην την πολιν κηρυσσων οσα εποιησεν αυτω ο ιησους 40εν δε τω υποστρεφειν τον ιησουν απεδεξατο αυτον ο οχλος ησαν γαρ παντες προσδοκωντες αυτον 41και ιδου ηλθεν ανηρ ω ονομα ιαιρος και ουτος αρχων της συναγωγης υπηρχεν και πεσων παρα τους ποδας ιησου παρεκαλει αυτον εισελθειν εις τον οικον αυτου 42οτι θυγατηρ μονογενης ην αυτω ως ετων δωδεκα και αυτη απεθνησκεν εν δε τω υπαγειν αυτον οι οχλοι συνεπνιγον αυτον 43και γυνη ουσα εν ρυσει αιματος απο ετων δωδεκα ητις ουκ ισχυσεν απ ουδενος θεραπευθηναι 44προσελθουσα οπισθεν ηψατο του κρασπεδου του ιματιου αυτου και παραχρημα εστη η ρυσις του αιματος αυτης 45και ειπεν ο ιησους τις ο αψαμενος μου αρνουμενων δε παντων ειπεν ο πετρος επιστατα οι οχλοι συνεχουσιν σε και αποθλιβουσιν 46ο δε ιησους ειπεν ηψατο μου τις εγω γαρ εγνων δυναμιν εξεληλυθυιαν απ εμου 47ιδουσα δε η γυνη οτι ουκ ελαθεν τρεμουσα ηλθεν και προσπεσουσα αυτω δι ην αιτιαν ηψατο αυτου απηγγειλεν ενωπιον παντος του λαου και ως ιαθη παραχρημα 48ο δε ειπεν αυτη θυγατηρ η πιστις σου σεσωκεν σε πορευου εις ειρηνην 49ετι αυτου λαλουντος ερχεται τις παρα του αρχισυναγωγου λεγων οτι τεθνηκεν η θυγατηρ σου μηκετι σκυλλε τον διδασκαλον 50ο δε ιησους ακουσας απεκριθη αυτω μη φοβου μονον πιστευσον και σωθησεται 51ελθων δε εις την οικιαν ουκ αφηκεν εισελθειν τινα συν αυτω ει μη πετρον και ιωαννην και ιακωβον και τον πατερα της παιδος και την μητερα 52εκλαιον δε παντες και εκοπτοντο αυτην ο δε ειπεν μη κλαιετε ου γαρ απεθανεν αλλα καθευδει 53και κατεγελων αυτου ειδοτες οτι απεθανεν 54αυτος δε κρατησας της χειρος αυτης εφωνησεν λεγων η παις εγειρε 55και επεστρεψεν το πνευμα αυτης και ανεστη παραχρημα και διεταξεν αυτη δοθηναι φαγειν 56και εξεστησαν οι γονεις αυτης ο δε παρηγγειλεν αυτοις μηδενι ειπειν το γεγονος

« Prev Luke 8 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |