« Prev James 4 Next »

Chapter 4

1ποθεν πολεμοι και ποθεν μαχαι εν υμιν ουκ εντευθεν εκ των ηδονων υμων των στρατευομενων εν τοις μελεσιν υμων 2επιθυμειτε και ουκ εχετε φονευετε και ζηλουτε και ου δυνασθε επιτυχειν μαχεσθε και πολεμειτε ουκ εχετε δια το μη αιτεισθαι υμας 3αιτειτε και ου λαμβανετε διοτι κακως αιτεισθε ινα εν ταις ηδοναις υμων δαπανησητε 4μοιχαλιδες ουκ οιδατε οτι η φιλια του κοσμου εχθρα του θεου εστιν ος εαν ουν βουληθη φιλος ειναι του κοσμου εχθρος του θεου καθισταται 5η δοκειτε οτι κενως η γραφη λεγει προς φθονον επιποθει το πνευμα ο κατωκισεν εν ημιν 6μειζονα δε διδωσιν χαριν διο λεγει ο θεος υπερηφανοις αντιτασσεται ταπεινοις δε διδωσιν χαριν 7υποταγητε ουν τω θεω αντιστητε δε τω διαβολω και φευξεται αφ υμων 8εγγισατε τω θεω και εγγισει υμιν καθαρισατε χειρας αμαρτωλοι και αγνισατε καρδιας διψυχοι 9ταλαιπωρησατε και πενθησατε και κλαυσατε ο γελως υμων εις πενθος μετατραπητω και η χαρα εις κατηφειαν 10ταπεινωθητε ενωπιον κυριου και υψωσει υμας 11μη καταλαλειτε αλληλων αδελφοι ο καταλαλων αδελφου η κρινων τον αδελφον αυτου καταλαλει νομου και κρινει νομον ει δε νομον κρινεις ουκ ει ποιητης νομου αλλα κριτης 12εις εστιν νομοθετης και κριτης ο δυναμενος σωσαι και απολεσαι συ δε τις ει ο κρινων τον πλησιον 13αγε νυν οι λεγοντες σημερον η αυριον πορευσομεθα εις τηνδε την πολιν και ποιησομεν εκει ενιαυτον και εμπορευσομεθα και κερδησομεν 14οιτινες ουκ επιστασθε της αυριον ποια η ζωη υμων ατμις γαρ εστε προς ολιγον φαινομενη επειτα και αφανιζομενη 15αντι του λεγειν υμας εαν ο κυριος θελη και ζησομεν και ποιησομεν τουτο η εκεινο 16νυν δε καυχασθε εν ταις αλαζονειαις υμων πασα καυχησις τοιαυτη πονηρα εστιν 17ειδοτι ουν καλον ποιειν και μη ποιουντι αμαρτια αυτω εστιν

« Prev James 4 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |