« Prev James 3 Next »

Chapter 3

1μη πολλοι διδασκαλοι γινεσθε αδελφοι μου ειδοτες οτι μειζον κριμα λημψομεθα 2πολλα γαρ πταιομεν απαντες ει τις εν λογω ου πταιει ουτος τελειος ανηρ δυνατος χαλιναγωγησαι και ολον το σωμα 3ει δε των ιππων τους χαλινους εις τα στοματα βαλλομεν εις το πειθεσθαι αυτους ημιν και ολον το σωμα αυτων μεταγομεν 4ιδου και τα πλοια τηλικαυτα οντα και υπο ανεμων σκληρων ελαυνομενα μεταγεται υπο ελαχιστου πηδαλιου οπου η ορμη του ευθυνοντος βουλεται 5ουτως και η γλωσσα μικρον μελος εστιν και μεγαλα αυχει ιδου ηλικον πυρ ηλικην υλην αναπτει 6και η γλωσσα πυρ ο κοσμος της αδικιας η γλωσσα καθισταται εν τοις μελεσιν ημων η σπιλουσα ολον το σωμα και φλογιζουσα τον τροχον της γενεσεως και φλογιζομενη υπο της γεεννης 7πασα γαρ φυσις θηριων τε και πετεινων ερπετων τε και εναλιων δαμαζεται και δεδαμασται τη φυσει τη ανθρωπινη 8την δε γλωσσαν ουδεις δαμασαι δυναται ανθρωπων ακαταστατον κακον μεστη ιου θανατηφορου 9εν αυτη ευλογουμεν τον κυριον και πατερα και εν αυτη καταρωμεθα τους ανθρωπους τους καθ ομοιωσιν θεου γεγονοτας 10εκ του αυτου στοματος εξερχεται ευλογια και καταρα ου χρη αδελφοι μου ταυτα ουτως γινεσθαι 11μητι η πηγη εκ της αυτης οπης βρυει το γλυκυ και το πικρον 12μη δυναται αδελφοι μου συκη ελαιας ποιησαι η αμπελος συκα ουτε αλυκον γλυκυ ποιησαι υδωρ 13τις σοφος και επιστημων εν υμιν δειξατω εκ της καλης αναστροφης τα εργα αυτου εν πραυτητι σοφιας 14ει δε ζηλον πικρον εχετε και εριθειαν εν τη καρδια υμων μη κατακαυχασθε και ψευδεσθε κατα της αληθειας 15ουκ εστιν αυτη η σοφια ανωθεν κατερχομενη αλλα επιγειος ψυχικη δαιμονιωδης 16οπου γαρ ζηλος και εριθεια εκει ακαταστασια και παν φαυλον πραγμα 17η δε ανωθεν σοφια πρωτον μεν αγνη εστιν επειτα ειρηνικη επιεικης ευπειθης μεστη ελεους και καρπων αγαθων αδιακριτος ανυποκριτος 18καρπος δε δικαιοσυνης εν ειρηνη σπειρεται τοις ποιουσιν ειρηνην

« Prev James 3 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |