« Prev Colossians 4 Next »

Chapter 4

1οι κυριοι το δικαιον και την ισοτητα τοις δουλοις παρεχεσθε ειδοτες οτι και υμεις εχετε κυριον εν ουρανω 2τη προσευχη προσκαρτερειτε γρηγορουντες εν αυτη εν ευχαριστια 3προσευχομενοι αμα και περι ημων ινα ο θεος ανοιξη ημιν θυραν του λογου λαλησαι το μυστηριον του χριστου δι ο και δεδεμαι 4ινα φανερωσω αυτο ως δει με λαλησαι 5εν σοφια περιπατειτε προς τους εξω τον καιρον εξαγοραζομενοι 6ο λογος υμων παντοτε εν χαριτι αλατι ηρτυμενος ειδεναι πως δει υμας ενι εκαστω αποκρινεσθαι 7τα κατ εμε παντα γνωρισει υμιν τυχικος ο αγαπητος αδελφος και πιστος διακονος και συνδουλος εν κυριω 8ον επεμψα προς υμας εις αυτο τουτο ινα γνωτε τα περι ημων και παρακαλεση τας καρδιας υμων 9συν ονησιμω τω πιστω και αγαπητω αδελφω ος εστιν εξ υμων παντα υμιν γνωρισουσιν τα ωδε 10ασπαζεται υμας αρισταρχος ο συναιχμαλωτος μου και μαρκος ο ανεψιος βαρναβα περι ου ελαβετε εντολας εαν ελθη προς υμας δεξασθε αυτον 11και ιησους ο λεγομενος ιουστος οι οντες εκ περιτομης ουτοι μονοι συνεργοι εις την βασιλειαν του θεου οιτινες εγενηθησαν μοι παρηγορια 12ασπαζεται υμας επαφρας ο εξ υμων δουλος χριστου ιησου παντοτε αγωνιζομενος υπερ υμων εν ταις προσευχαις ινα σταθητε τελειοι και πεπληροφορημενοι εν παντι θεληματι του θεου 13μαρτυρω γαρ αυτω οτι εχει πολυν πονον υπερ υμων και των εν λαοδικεια και των εν ιεραπολει 14ασπαζεται υμας λουκας ο ιατρος ο αγαπητος και δημας 15ασπασασθε τους εν λαοδικεια αδελφους και νυμφαν και την κατ οικον αυτης εκκλησιαν 16και οταν αναγνωσθη παρ υμιν η επιστολη ποιησατε ινα και εν τη λαοδικεων εκκλησια αναγνωσθη και την εκ λαοδικειας ινα και υμεις αναγνωτε 17και ειπατε αρχιππω βλεπε την διακονιαν ην παρελαβες εν κυριω ινα αυτην πληροις 18ο ασπασμος τη εμη χειρι παυλου μνημονευετε μου των δεσμων η χαρις μεθ υμων

« Prev Colossians 4 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |