« Prev Colossians 3 Next »

Chapter 3

1ει ουν συνηγερθητε τω χριστω τα ανω ζητειτε ου ο χριστος εστιν εν δεξια του θεου καθημενος 2τα ανω φρονειτε μη τα επι της γης 3απεθανετε γαρ και η ζωη υμων κεκρυπται συν τω χριστω εν τω θεω 4οταν ο χριστος φανερωθη η ζωη ημων τοτε και υμεις συν αυτω φανερωθησεσθε εν δοξη 5νεκρωσατε ουν τα μελη τα επι της γης πορνειαν ακαθαρσιαν παθος επιθυμιαν κακην και την πλεονεξιαν ητις εστιν ειδωλολατρια 6δι α ερχεται η οργη του θεου 7εν οις και υμεις περιεπατησατε ποτε οτε εζητε εν τουτοις 8νυνι δε αποθεσθε και υμεις τα παντα οργην θυμον κακιαν βλασφημιαν αισχρολογιαν εκ του στοματος υμων 9μη ψευδεσθε εις αλληλους απεκδυσαμενοι τον παλαιον ανθρωπον συν ταις πραξεσιν αυτου 10και ενδυσαμενοι τον νεον τον ανακαινουμενον εις επιγνωσιν κατ εικονα του κτισαντος αυτον 11οπου ουκ ενι ελλην και ιουδαιος περιτομη και ακροβυστια βαρβαρος σκυθης δουλος ελευθερος αλλα παντα και εν πασιν χριστος 12ενδυσασθε ουν ως εκλεκτοι του θεου αγιοι και ηγαπημενοι σπλαγχνα οικτιρμου χρηστοτητα ταπεινοφροσυνην πραυτητα μακροθυμιαν 13ανεχομενοι αλληλων και χαριζομενοι εαυτοις εαν τις προς τινα εχη μομφην καθως και ο κυριος εχαρισατο υμιν ουτως και υμεις 14επι πασιν δε τουτοις την αγαπην ο εστιν συνδεσμος της τελειοτητος 15και η ειρηνη του χριστου βραβευετω εν ταις καρδιαις υμων εις ην και εκληθητε εν [ενι] σωματι και ευχαριστοι γινεσθε 16ο λογος του χριστου ενοικειτω εν υμιν πλουσιως εν παση σοφια διδασκοντες και νουθετουντες εαυτους ψαλμοις υμνοις ωδαις πνευματικαις εν χαριτι αδοντες εν ταις καρδιαις υμων τω θεω 17και παν ο τι εαν ποιητε εν λογω η εν εργω παντα εν ονοματι κυριου ιησου ευχαριστουντες τω θεω πατρι δι αυτου 18αι γυναικες υποτασσεσθε τοις ανδρασιν ως ανηκεν εν κυριω 19οι ανδρες αγαπατε τας γυναικας και μη πικραινεσθε προς αυτας 20τα τεκνα υπακουετε τοις γονευσιν κατα παντα τουτο γαρ ευαρεστον εστιν εν κυριω 21οι πατερες μη ερεθιζετε τα τεκνα υμων ινα μη αθυμωσιν 22οι δουλοι υπακουετε κατα παντα τοις κατα σαρκα κυριοις μη εν οφθαλμοδουλιαις ως ανθρωπαρεσκοι αλλ εν απλοτητι καρδιας φοβουμενοι τον κυριον 23ο εαν ποιητε εκ ψυχης εργαζεσθε ως τω κυριω και ουκ ανθρωποις 24ειδοτες οτι απο κυριου απολημψεσθε την ανταποδοσιν της κληρονομιας τω κυριω χριστω δουλευετε 25ο γαρ αδικων κομισεται ο ηδικησεν και ουκ εστιν προσωπολημψια

« Prev Colossians 3 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |