« Prev Acts 12 Next »

Chapter 12

1κατ εκεινον δε τον καιρον επεβαλεν ηρωδης ο βασιλευς τας χειρας κακωσαι τινας των απο της εκκλησιας 2ανειλεν δε ιακωβον τον αδελφον ιωαννου μαχαιρη 3ιδων δε οτι αρεστον εστιν τοις ιουδαιοις προσεθετο συλλαβειν και πετρον ησαν δε ημεραι των αζυμων 4ον και πιασας εθετο εις φυλακην παραδους τεσσαρσιν τετραδιοις στρατιωτων φυλασσειν αυτον βουλομενος μετα το πασχα αναγαγειν αυτον τω λαω 5ο μεν ουν πετρος ετηρειτο εν τη φυλακη προσευχη δε ην εκτενως γινομενη υπο της εκκλησιας προς τον θεον περι αυτου 6οτε δε ημελλεν προσαγαγειν αυτον ο ηρωδης τη νυκτι εκεινη ην ο πετρος κοιμωμενος μεταξυ δυο στρατιωτων δεδεμενος αλυσεσιν δυσιν φυλακες τε προ της θυρας ετηρουν την φυλακην 7και ιδου αγγελος κυριου επεστη και φως ελαμψεν εν τω οικηματι παταξας δε την πλευραν του πετρου ηγειρεν αυτον λεγων αναστα εν ταχει και εξεπεσαν αυτου αι αλυσεις εκ των χειρων 8ειπεν δε ο αγγελος προς αυτον ζωσαι και υποδησαι τα σανδαλια σου εποιησεν δε ουτως και λεγει αυτω περιβαλου το ιματιον σου και ακολουθει μοι 9και εξελθων ηκολουθει και ουκ ηδει οτι αληθες εστιν το γινομενον δια του αγγελου εδοκει δε οραμα βλεπειν 10διελθοντες δε πρωτην φυλακην και δευτεραν ηλθαν επι την πυλην την σιδηραν την φερουσαν εις την πολιν ητις αυτοματη ηνοιγη αυτοις και εξελθοντες προηλθον ρυμην μιαν και ευθεως απεστη ο αγγελος απ αυτου 11και ο πετρος εν εαυτω γενομενος ειπεν νυν οιδα αληθως οτι εξαπεστειλεν ο κυριος τον αγγελον αυτου και εξειλατο με εκ χειρος ηρωδου και πασης της προσδοκιας του λαου των ιουδαιων 12συνιδων τε ηλθεν επι την οικιαν της μαριας της μητρος ιωαννου του επικαλουμενου μαρκου ου ησαν ικανοι συνηθροισμενοι και προσευχομενοι 13κρουσαντος δε αυτου την θυραν του πυλωνος προσηλθεν παιδισκη υπακουσαι ονοματι ροδη 14και επιγνουσα την φωνην του πετρου απο της χαρας ουκ ηνοιξεν τον πυλωνα εισδραμουσα δε απηγγειλεν εσταναι τον πετρον προ του πυλωνος 15οι δε προς αυτην ειπαν μαινη η δε διισχυριζετο ουτως εχειν οι δε ελεγον ο αγγελος εστιν αυτου 16ο δε πετρος επεμενεν κρουων ανοιξαντες δε ειδαν αυτον και εξεστησαν 17κατασεισας δε αυτοις τη χειρι σιγαν διηγησατο αυτοις πως ο κυριος αυτον εξηγαγεν εκ της φυλακης ειπεν τε απαγγειλατε ιακωβω και τοις αδελφοις ταυτα και εξελθων επορευθη εις ετερον τοπον 18γενομενης δε ημερας ην ταραχος ουκ ολιγος εν τοις στρατιωταις τι αρα ο πετρος εγενετο 19ηρωδης δε επιζητησας αυτον και μη ευρων ανακρινας τους φυλακας εκελευσεν απαχθηναι και κατελθων απο της ιουδαιας εις καισαρειαν διετριβεν 20ην δε θυμομαχων τυριοις και σιδωνιοις ομοθυμαδον δε παρησαν προς αυτον και πεισαντες βλαστον τον επι του κοιτωνος του βασιλεως ητουντο ειρηνην δια το τρεφεσθαι αυτων την χωραν απο της βασιλικης 21τακτη δε ημερα [ο] ηρωδης ενδυσαμενος εσθητα βασιλικην καθισας επι του βηματος εδημηγορει προς αυτους 22ο δε δημος επεφωνει θεου φωνη και ουκ ανθρωπου 23παραχρημα δε επαταξεν αυτον αγγελος κυριου ανθ ων ουκ εδωκεν την δοξαν τω θεω και γενομενος σκωληκοβρωτος εξεψυξεν 24ο δε λογος του κυριου ηυξανεν και επληθυνετο 25βαρναβας δε και σαυλος υπεστρεψαν εις ιερουσαλημ πληρωσαντες την διακονιαν συμπαραλαβοντες ιωαννην τον επικληθεντα μαρκον

« Prev Acts 12 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |