« Prev Acts 11 Next »

Chapter 11

1ηκουσαν δε οι αποστολοι και οι αδελφοι οι οντες κατα την ιουδαιαν οτι και τα εθνη εδεξαντο τον λογον του θεου 2οτε δε ανεβη πετρος εις ιερουσαλημ διεκρινοντο προς αυτον οι εκ περιτομης 3λεγοντες οτι εισηλθεν προς ανδρας ακροβυστιαν εχοντας και συνεφαγεν αυτοις 4αρξαμενος δε πετρος εξετιθετο αυτοις καθεξης λεγων 5εγω ημην εν πολει ιοππη προσευχομενος και ειδον εν εκστασει οραμα καταβαινον σκευος τι ως οθονην μεγαλην τεσσαρσιν αρχαις καθιεμενην εκ του ουρανου και ηλθεν αχρις εμου 6εις ην ατενισας κατενοουν και ειδον τα τετραποδα της γης και τα θηρια και τα ερπετα και τα πετεινα του ουρανου 7ηκουσα δε και φωνης λεγουσης μοι αναστας πετρε θυσον και φαγε 8ειπον δε μηδαμως κυριε οτι κοινον η ακαθαρτον ουδεποτε εισηλθεν εις το στομα μου 9απεκριθη δε εκ δευτερου φωνη εκ του ουρανου α ο θεος εκαθαρισεν συ μη κοινου 10τουτο δε εγενετο επι τρις και ανεσπασθη παλιν απαντα εις τον ουρανον 11και ιδου εξαυτης τρεις ανδρες επεστησαν επι την οικιαν εν η ημεν απεσταλμενοι απο καισαρειας προς με 12ειπεν δε το πνευμα μοι συνελθειν αυτοις μηδεν διακριναντα ηλθον δε συν εμοι και οι εξ αδελφοι ουτοι και εισηλθομεν εις τον οικον του ανδρος 13απηγγειλεν δε ημιν πως ειδεν τον αγγελον εν τω οικω αυτου σταθεντα και ειποντα αποστειλον εις ιοππην και μεταπεμψαι σιμωνα τον επικαλουμενον πετρον 14ος λαλησει ρηματα προς σε εν οις σωθηση συ και πας ο οικος σου 15εν δε τω αρξασθαι με λαλειν επεπεσεν το πνευμα το αγιον επ αυτους ωσπερ και εφ ημας εν αρχη 16εμνησθην δε του ρηματος του κυριου ως ελεγεν ιωαννης μεν εβαπτισεν υδατι υμεις δε βαπτισθησεσθε εν πνευματι αγιω 17ει ουν την ισην δωρεαν εδωκεν αυτοις ο θεος ως και ημιν πιστευσασιν επι τον κυριον ιησουν χριστον εγω τις ημην δυνατος κωλυσαι τον θεον 18ακουσαντες δε ταυτα ησυχασαν και εδοξασαν τον θεον λεγοντες αρα και τοις εθνεσιν ο θεος την μετανοιαν εις ζωην εδωκεν 19οι μεν ουν διασπαρεντες απο της θλιψεως της γενομενης επι στεφανω διηλθον εως φοινικης και κυπρου και αντιοχειας μηδενι λαλουντες τον λογον ει μη μονον ιουδαιοις 20ησαν δε τινες εξ αυτων ανδρες κυπριοι και κυρηναιοι οιτινες ελθοντες εις αντιοχειαν ελαλουν και προς τους ελληνιστας ευαγγελιζομενοι τον κυριον ιησουν 21και ην χειρ κυριου μετ αυτων πολυς τε αριθμος ο πιστευσας επεστρεψεν επι τον κυριον 22ηκουσθη δε ο λογος εις τα ωτα της εκκλησιας της ουσης εν ιερουσαλημ περι αυτων και εξαπεστειλαν βαρναβαν εως αντιοχειας 23ος παραγενομενος και ιδων την χαριν την του θεου εχαρη και παρεκαλει παντας τη προθεσει της καρδιας προσμενειν [εν] τω κυριω 24οτι ην ανηρ αγαθος και πληρης πνευματος αγιου και πιστεως και προσετεθη οχλος ικανος τω κυριω 25εξηλθεν δε εις ταρσον αναζητησαι σαυλον 26και ευρων ηγαγεν εις αντιοχειαν εγενετο δε αυτοις και ενιαυτον ολον συναχθηναι εν τη εκκλησια και διδαξαι οχλον ικανον χρηματισαι τε πρωτως εν αντιοχεια τους μαθητας χριστιανους 27εν ταυταις δε ταις ημεραις κατηλθον απο ιεροσολυμων προφηται εις αντιοχειαν 28αναστας δε εις εξ αυτων ονοματι αγαβος εσημαινεν δια του πνευματος λιμον μεγαλην μελλειν εσεσθαι εφ ολην την οικουμενην ητις εγενετο επι κλαυδιου 29των δε μαθητων καθως ευπορειτο τις ωρισαν εκαστος αυτων εις διακονιαν πεμψαι τοις κατοικουσιν εν τη ιουδαια αδελφοις 30ο και εποιησαν αποστειλαντες προς τους πρεσβυτερους δια χειρος βαρναβα και σαυλου

« Prev Acts 11 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |