« Prev 2 Corinthians 12 Next »

Chapter 12

1καυχασθαι δη ου συμφερει μοι ελευσομαι γαρ εις οπτασιας και αποκαλυψεις κυριου 2οιδα ανθρωπον εν χριστω προ ετων δεκατεσσαρων ειτε εν σωματι ουκ οιδα ειτε εκτος του σωματος ουκ οιδα ο θεος οιδεν αρπαγεντα τον τοιουτον εως τριτου ουρανου 3και οιδα τον τοιουτον ανθρωπον ειτε εν σωματι ειτε εκτος του σωματος ουκ οιδα ο θεος οιδεν 4οτι ηρπαγη εις τον παραδεισον και ηκουσεν αρρητα ρηματα α ουκ εξον ανθρωπω λαλησαι 5υπερ του τοιουτου καυχησομαι υπερ δε εμαυτου ου καυχησομαι ει μη εν ταις ασθενειαις μου 6εαν γαρ θελησω καυχησασθαι ουκ εσομαι αφρων αληθειαν γαρ ερω φειδομαι δε μη τις εις εμε λογισηται υπερ ο βλεπει με η ακουει τι εξ εμου 7και τη υπερβολη των αποκαλυψεων ινα μη υπεραιρωμαι εδοθη μοι σκολοψ τη σαρκι αγγελος σαταν ινα με κολαφιζη ινα μη υπεραιρωμαι 8υπερ τουτου τρις τον κυριον παρεκαλεσα ινα αποστη απ εμου 9και ειρηκεν μοι αρκει σοι η χαρις μου η γαρ δυναμις μου εν ασθενεια τελειουται ηδιστα ουν μαλλον καυχησομαι εν ταις ασθενειαις μου ινα επισκηνωση επ εμε η δυναμις του χριστου 10διο ευδοκω εν ασθενειαις εν υβρεσιν εν αναγκαις εν διωγμοις εν στενοχωριαις υπερ χριστου οταν γαρ ασθενω τοτε δυνατος ειμι 11γεγονα αφρων καυχωμενος υμεις με ηναγκασατε εγω γαρ ωφειλον υφ υμων συνιστασθαι ουδεν γαρ υστερησα των υπερ λιαν αποστολων ει και ουδεν ειμι 12τα μεν σημεια του αποστολου κατειργασθη εν υμιν εν παση υπομονη εν σημειοις και τερασιν και δυναμεσιν 13τι γαρ εστιν ο ηττηθητε υπερ τας λοιπας εκκλησιας ει μη οτι αυτος εγω ου κατεναρκησα υμων χαρισασθε μοι την αδικιαν ταυτην 14ιδου τριτον ετοιμως εχω ελθειν προς υμας και ου καταναρκησω υμων ου γαρ ζητω τα υμων αλλ υμας ου γαρ οφειλει τα τεκνα τοις γονευσιν θησαυριζειν αλλ οι γονεις τοις τεκνοις 15εγω δε ηδιστα δαπανησω και εκδαπανηθησομαι υπερ των ψυχων υμων ει και περισσοτερως υμας αγαπων ηττον αγαπωμαι 16εστω δε εγω ου κατεβαρησα υμας αλλ υπαρχων πανουργος δολω υμας ελαβον 17μη τινα ων απεσταλκα προς υμας δι αυτου επλεονεκτησα υμας 18παρεκαλεσα τιτον και συναπεστειλα τον αδελφον μη τι επλεονεκτησεν υμας τιτος ου τω αυτω πνευματι περιεπατησαμεν ου τοις αυτοις ιχνεσιν 19παλιν δοκειτε οτι υμιν απολογουμεθα κατενωπιον του θεου εν χριστω λαλουμεν τα δε παντα αγαπητοι υπερ της υμων οικοδομης 20φοβουμαι γαρ μηπως ελθων ουχ οιους θελω ευρω υμας καγω ευρεθω υμιν οιον ου θελετε μηπως ερεις ζηλοι θυμοι εριθειαι καταλαλιαι ψιθυρισμοι φυσιωσεις ακαταστασιαι 21μη παλιν ελθοντα με ταπεινωση ο θεος μου προς υμας και πενθησω πολλους των προημαρτηκοτων και μη μετανοησαντων επι τη ακαθαρσια και πορνεια και ασελγεια η επραξαν

« Prev 2 Corinthians 12 Next »





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |