« Prev 2 Corinthians 13 Next »

Chapter 13

1τριτον τουτο ερχομαι προς υμας επι στοματος δυο μαρτυρων και τριων σταθησεται παν ρημα 2προειρηκα και προλεγω ως παρων το δευτερον και απων νυν γραφω τοις προημαρτηκοσιν και τοις λοιποις πασιν οτι εαν ελθω εις το παλιν ου φεισομαι 3επει δοκιμην ζητειτε του εν εμοι λαλουντος χριστου ος εις υμας ουκ ασθενει αλλα δυνατει εν υμιν 4και γαρ ει εσταυρωθη εξ ασθενειας αλλα ζη εκ δυναμεως θεου και γαρ και ημεις ασθενουμεν εν αυτω αλλα ζησομεθα συν αυτω εκ δυναμεως θεου εις υμας 5εαυτους πειραζετε ει εστε εν τη πιστει εαυτους δοκιμαζετε η ουκ επιγινωσκετε εαυτους οτι ιησους χριστος εν υμιν εστιν ει μη τι αδοκιμοι εστε 6ελπιζω δε οτι γνωσεσθε οτι ημεις ουκ εσμεν αδοκιμοι 7ευχομαι δε προς τον θεον μη ποιησαι υμας κακον μηδεν ουχ ινα ημεις δοκιμοι φανωμεν αλλ ινα υμεις το καλον ποιητε ημεις δε ως αδοκιμοι ωμεν 8ου γαρ δυναμεθα τι κατα της αληθειας αλλ υπερ της αληθειας 9χαιρομεν γαρ οταν ημεις ασθενωμεν υμεις δε δυνατοι ητε τουτο δε και ευχομεθα την υμων καταρτισιν 10δια τουτο ταυτα απων γραφω ινα παρων μη αποτομως χρησωμαι κατα την εξουσιαν ην εδωκεν μοι ο κυριος εις οικοδομην και ουκ εις καθαιρεσιν 11λοιπον αδελφοι χαιρετε καταρτιζεσθε παρακαλεισθε το αυτο φρονειτε ειρηνευετε και ο θεος της αγαπης και ειρηνης εσται μεθ υμων 12ασπασασθε αλληλους εν αγιω φιληματι 13ασπαζονται υμας οι αγιοι παντες 14η χαρις του κυριου ιησου χριστου και η αγαπη του θεου και η κοινωνια του αγιου πνευματος μετα παντων υμων αμην

« Prev 2 Corinthians 13 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |