« Prev 2 Peter 2 Next »

Chapter 2

1εγενοντο δε και ψευδοπροφηται εν τω λαω ως και εν υμιν εσονται ψευδοδιδασκαλοι οιτινες παρεισαξουσιν αιρεσεις απωλειας και τον αγορασαντα αυτους δεσποτην αρνουμενοι επαγοντες εαυτοις ταχινην απωλειαν 2και πολλοι εξακολουθησουσιν αυτων ταις ασελγειαις δι ους η οδος της αληθειας βλασφημηθησεται 3και εν πλεονεξια πλαστοις λογοις υμας εμπορευσονται οις το κριμα εκπαλαι ουκ αργει και η απωλεια αυτων ου νυσταζει 4ει γαρ ο θεος αγγελων αμαρτησαντων ουκ εφεισατο αλλα σειροις ζοφου ταρταρωσας παρεδωκεν εις κρισιν τηρουμενους 5και αρχαιου κοσμου ουκ εφεισατο αλλα ογδοον νωε δικαιοσυνης κηρυκα εφυλαξεν κατακλυσμον κοσμω ασεβων επαξας 6και πολεις σοδομων και γομορρας τεφρωσας κατεκρινεν υποδειγμα μελλοντων ασεβεσιν τεθεικως 7και δικαιον λωτ καταπονουμενον υπο της των αθεσμων εν ασελγεια αναστροφης ερρυσατο 8βλεμματι γαρ και ακοη δικαιος εγκατοικων εν αυτοις ημεραν εξ ημερας ψυχην δικαιαν ανομοις εργοις εβασανιζεν 9οιδεν κυριος ευσεβεις εκ πειρασμου ρυεσθαι αδικους δε εις ημεραν κρισεως κολαζομενους τηρειν 10μαλιστα δε τους οπισω σαρκος εν επιθυμια μιασμου πορευομενους και κυριοτητος καταφρονουντας τολμηται αυθαδεις δοξας ου τρεμουσιν βλασφημουντες 11οπου αγγελοι ισχυι και δυναμει μειζονες οντες ου φερουσιν κατ αυτων [παρα κυριω] βλασφημον κρισιν 12ουτοι δε ως αλογα ζωα γεγεννημενα φυσικα εις αλωσιν και φθοραν εν οις αγνοουσιν βλασφημουντες εν τη φθορα αυτων και φθαρησονται 13αδικουμενοι μισθον αδικιας ηδονην ηγουμενοι την εν ημερα τρυφην σπιλοι και μωμοι εντρυφωντες εν ταις απαταις αυτων συνευωχουμενοι υμιν 14οφθαλμους εχοντες μεστους μοιχαλιδος και ακαταπαστους αμαρτιας δελεαζοντες ψυχας αστηρικτους καρδιαν γεγυμνασμενην πλεονεξιας εχοντες καταρας τεκνα 15καταλειποντες ευθειαν οδον επλανηθησαν εξακολουθησαντες τη οδω του βαλααμ του βεωρ ος μισθον αδικιας ηγαπησεν 16ελεγξιν δε εσχεν ιδιας παρανομιας υποζυγιον αφωνον εν ανθρωπου φωνη φθεγξαμενον εκωλυσεν την του προφητου παραφρονιαν 17ουτοι εισιν πηγαι ανυδροι και ομιχλαι υπο λαιλαπος ελαυνομεναι οις ο ζοφος του σκοτους τετηρηται 18υπερογκα γαρ ματαιοτητος φθεγγομενοι δελεαζουσιν εν επιθυμιαις σαρκος ασελγειαις τους ολιγως αποφευγοντας τους εν πλανη αναστρεφομενους 19ελευθεριαν αυτοις επαγγελλομενοι αυτοι δουλοι υπαρχοντες της φθορας ω γαρ τις ηττηται τουτω δεδουλωται 20ει γαρ αποφυγοντες τα μιασματα του κοσμου εν επιγνωσει του κυριου και σωτηρος ιησου χριστου τουτοις δε παλιν εμπλακεντες ηττωνται γεγονεν αυτοις τα εσχατα χειρονα των πρωτων 21κρειττον γαρ ην αυτοις μη επεγνωκεναι την οδον της δικαιοσυνης η επιγνουσιν υποστρεψαι εκ της παραδοθεισης αυτοις αγιας εντολης 22συμβεβηκεν αυτοις το της αληθους παροιμιας κυων επιστρεψας επι το ιδιον εξεραμα και υς λουσαμενη εις κυλισμον βορβορου

« Prev 2 Peter 2 Next »





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |