« Prev Matthew 14 Next »

Chapter 14

1εν εκεινω τω καιρω ηκουσεν ηρωδης ο τετρααρχης την ακοην ιησου 2και ειπεν τοις παισιν αυτου ουτος εστιν ιωαννης ο βαπτιστης αυτος ηγερθη απο των νεκρων και δια τουτο αι δυναμεις ενεργουσιν εν αυτω 3ο γαρ ηρωδης κρατησας τον ιωαννην εδησεν και εν φυλακη απεθετο δια ηρωδιαδα την γυναικα φιλιππου του αδελφου αυτου 4ελεγεν γαρ ο ιωαννης αυτω ουκ εξεστιν σοι εχειν αυτην 5και θελων αυτον αποκτειναι εφοβηθη τον οχλον οτι ως προφητην αυτον ειχον 6γενεσιοις δε γενομενοις του ηρωδου ωρχησατο η θυγατηρ της ηρωδιαδος εν τω μεσω και ηρεσεν τω ηρωδη 7οθεν μεθ ορκου ωμολογησεν αυτη δουναι ο εαν αιτησηται 8η δε προβιβασθεισα υπο της μητρος αυτης δος μοι φησιν ωδε επι πινακι την κεφαλην ιωαννου του βαπτιστου 9και λυπηθεις ο βασιλευς δια τους ορκους και τους συνανακειμενους εκελευσεν δοθηναι 10και πεμψας απεκεφαλισεν ιωαννην εν τη φυλακη 11και ηνεχθη η κεφαλη αυτου επι πινακι και εδοθη τω κορασιω και ηνεγκεν τη μητρι αυτης 12και προσελθοντες οι μαθηται αυτου ηραν το πτωμα και εθαψαν αυτον και ελθοντες απηγγειλαν τω ιησου 13ακουσας δε ο ιησους ανεχωρησεν εκειθεν εν πλοιω εις ερημον τοπον κατ ιδιαν και ακουσαντες οι οχλοι ηκολουθησαν αυτω πεζη απο των πολεων 14και εξελθων ειδεν πολυν οχλον και εσπλαγχνισθη επ αυτοις και εθεραπευσεν τους αρρωστους αυτων 15οψιας δε γενομενης προσηλθον αυτω οι μαθηται λεγοντες ερημος εστιν ο τοπος και η ωρα ηδη παρηλθεν απολυσον τους οχλους ινα απελθοντες εις τας κωμας αγορασωσιν εαυτοις βρωματα 16ο δε ιησους ειπεν αυτοις ου χρειαν εχουσιν απελθειν δοτε αυτοις υμεις φαγειν 17οι δε λεγουσιν αυτω ουκ εχομεν ωδε ει μη πεντε αρτους και δυο ιχθυας 18ο δε ειπεν φερετε μοι ωδε αυτους 19και κελευσας τους οχλους ανακλιθηναι επι του χορτου λαβων τους πεντε αρτους και τους δυο ιχθυας αναβλεψας εις τον ουρανον ευλογησεν και κλασας εδωκεν τοις μαθηταις τους αρτους οι δε μαθηται τοις οχλοις 20και εφαγον παντες και εχορτασθησαν και ηραν το περισσευον των κλασματων δωδεκα κοφινους πληρεις 21οι δε εσθιοντες ησαν ανδρες ωσει πεντακισχιλιοι χωρις γυναικων και παιδιων 22και [ευθεως] ηναγκασεν τους μαθητας εμβηναι εις πλοιον και προαγειν αυτον εις το περαν εως ου απολυση τους οχλους 23και απολυσας τους οχλους ανεβη εις το ορος κατ ιδιαν προσευξασθαι οψιας δε γενομενης μονος ην εκει 24το δε πλοιον ηδη σταδιους πολλους απο της γης απειχεν βασανιζομενον υπο των κυματων ην γαρ εναντιος ο ανεμος 25τεταρτη δε φυλακη της νυκτος ηλθεν προς αυτους περιπατων επι την θαλασσαν 26οι δε μαθηται ιδοντες αυτον επι της θαλασσης περιπατουντα εταραχθησαν λεγοντες οτι φαντασμα εστιν και απο του φοβου εκραξαν 27ευθυς δε ελαλησεν [ο ιησους] αυτοις λεγων θαρσειτε εγω ειμι μη φοβεισθε 28αποκριθεις δε ο πετρος ειπεν αυτω κυριε ει συ ει κελευσον με ελθειν προς σε επι τα υδατα 29ο δε ειπεν ελθε και καταβας απο του πλοιου πετρος περιεπατησεν επι τα υδατα και ηλθεν προς τον ιησουν 30βλεπων δε τον ανεμον εφοβηθη και αρξαμενος καταποντιζεσθαι εκραξεν λεγων κυριε σωσον με 31ευθεως δε ο ιησους εκτεινας την χειρα επελαβετο αυτου και λεγει αυτω ολιγοπιστε εις τι εδιστασας 32και αναβαντων αυτων εις το πλοιον εκοπασεν ο ανεμος 33οι δε εν τω πλοιω προσεκυνησαν αυτω λεγοντες αληθως θεου υιος ει 34και διαπερασαντες ηλθον επι την γην εις γεννησαρετ 35και επιγνοντες αυτον οι ανδρες του τοπου εκεινου απεστειλαν εις ολην την περιχωρον εκεινην και προσηνεγκαν αυτω παντας τους κακως εχοντας 36και παρεκαλουν [αυτον] ινα μονον αψωνται του κρασπεδου του ιματιου αυτου και οσοι ηψαντο διεσωθησαν

« Prev Matthew 14 Next »





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |