« Prev Galatians 5 Next »

Chapter 5

1τη ελευθερια ημας χριστος ηλευθερωσεν στηκετε ουν και μη παλιν ζυγω δουλειας ενεχεσθε 2ιδε εγω παυλος λεγω υμιν οτι εαν περιτεμνησθε χριστος υμας ουδεν ωφελησει 3μαρτυρομαι δε παλιν παντι ανθρωπω περιτεμνομενω οτι οφειλετης εστιν ολον τον νομον ποιησαι 4κατηργηθητε απο χριστου οιτινες εν νομω δικαιουσθε της χαριτος εξεπεσατε 5ημεις γαρ πνευματι εκ πιστεως ελπιδα δικαιοσυνης απεκδεχομεθα 6εν γαρ χριστω [ιησου] ουτε περιτομη τι ισχυει ουτε ακροβυστια αλλα πιστις δι αγαπης ενεργουμενη 7ετρεχετε καλως τις υμας ενεκοψεν αληθεια μη πειθεσθαι 8η πεισμονη ουκ εκ του καλουντος υμας 9μικρα ζυμη ολον το φυραμα ζυμοι 10εγω πεποιθα εις υμας εν κυριω οτι ουδεν αλλο φρονησετε ο δε ταρασσων υμας βαστασει το κριμα οστις εαν η 11εγω δε αδελφοι ει περιτομην ετι κηρυσσω τι ετι διωκομαι αρα κατηργηται το σκανδαλον του σταυρου 12οφελον και αποκοψονται οι αναστατουντες υμας 13υμεις γαρ επ ελευθερια εκληθητε αδελφοι μονον μη την ελευθεριαν εις αφορμην τη σαρκι αλλα δια της αγαπης δουλευετε αλληλοις 14ο γαρ πας νομος εν ενι λογω πεπληρωται εν τω αγαπησεις τον πλησιον σου ως σεαυτον 15ει δε αλληλους δακνετε και κατεσθιετε βλεπετε μη υπ αλληλων αναλωθητε 16λεγω δε πνευματι περιπατειτε και επιθυμιαν σαρκος ου μη τελεσητε 17η γαρ σαρξ επιθυμει κατα του πνευματος το δε πνευμα κατα της σαρκος ταυτα γαρ αλληλοις αντικειται ινα μη α εαν θελητε ταυτα ποιητε 18ει δε πνευματι αγεσθε ουκ εστε υπο νομον 19φανερα δε εστιν τα εργα της σαρκος ατινα εστιν πορνεια ακαθαρσια ασελγεια 20ειδωλολατρια φαρμακεια εχθραι ερις ζηλος θυμοι εριθειαι διχοστασιαι αιρεσεις 21φθονοι μεθαι κωμοι και τα ομοια τουτοις α προλεγω υμιν καθως προειπον οτι οι τα τοιαυτα πρασσοντες βασιλειαν θεου ου κληρονομησουσιν 22ο δε καρπος του πνευματος εστιν αγαπη χαρα ειρηνη μακροθυμια χρηστοτης αγαθωσυνη πιστις 23πραυτης εγκρατεια κατα των τοιουτων ουκ εστιν νομος 24οι δε του χριστου ιησου την σαρκα εσταυρωσαν συν τοις παθημασιν και ταις επιθυμιαις 25ει ζωμεν πνευματι πνευματι και στοιχωμεν 26μη γινωμεθα κενοδοξοι αλληλους προκαλουμενοι αλληλοις φθονουντες

« Prev Galatians 5 Next »





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |