« Prev Revelation 22 Next »

Chapter 22

1και εδειξεν μοι καθαρον ποταμον υδατος ζωης λαμπρον ως κρυσταλλον εκπορευομενον εκ του θρονου του θεου και του αρνιου 2εν μεσω της πλατειας αυτης και του ποταμου εντευθεν και εντευθεν ξυλον ζωης ποιουν καρπους δωδεκα κατα μηνα ενα εκαστον αποδιδουν τον καρπον αυτου και τα φυλλα του ξυλου εις θεραπειαν των εθνων 3και παν καταναθεμα ουκ εσται ετι και ο θρονος του θεου και του αρνιου εν αυτη εσται και οι δουλοι αυτου λατρευσουσιν αυτω 4και οψονται το προσωπον αυτου και το ονομα αυτου επι των μετωπων αυτων 5και νυξ ουκ εσται εκει και χρειαν ουκ εχουσιν λυχνου και φωτος ηλιου οτι κυριος ο θεος φωτιζει αυτους και βασιλευσουσιν εις τους αιωνας των αιωνων 6και ειπεν μοι ουτοι οι λογοι πιστοι και αληθινοι και κυριος ο θεος των αγιων προφητων απεστειλεν τον αγγελον αυτου δειξαι τοις δουλοις αυτου α δει γενεσθαι εν ταχει 7ιδου ερχομαι ταχυ μακαριος ο τηρων τους λογους της προφητειας του βιβλιου τουτου 8και εγω ιωαννης ο βλεπων ταυτα και ακουων και οτε ηκουσα και εβλεψα επεσα προσκυνησαι εμπροσθεν των ποδων του αγγελου του δεικνυοντος μοι ταυτα 9και λεγει μοι ορα μη συνδουλος σου γαρ ειμι και των αδελφων σου των προφητων και των τηρουντων τους λογους του βιβλιου τουτου τω θεω προσκυνησον 10και λεγει μοι μη σφραγισης τους λογους της προφητειας του βιβλιου τουτου οτι ο καιρος εγγυς εστιν 11ο αδικων αδικησατω ετι και ο ρυπων ρυπωσατω ετι και ο δικαιος δικαιωθητω ετι και ο αγιος αγιασθητω ετι 12και ιδου ερχομαι ταχυ και ο μισθος μου μετ εμου αποδουναι εκαστω ως το εργον αυτου εσται 13εγω ειμι το α και το ω αρχη και τελος ο πρωτος και ο εσχατος 14μακαριοι οι ποιουντες τας εντολας αυτου ινα εσται η εξουσια αυτων επι το ξυλον της ζωης και τοις πυλωσιν εισελθωσιν εις την πολιν 15εξω δε οι κυνες και οι φαρμακοι και οι πορνοι και οι φονεις και οι ειδωλολατραι και πας ο φιλων και ποιων ψευδος 16εγω ιησους επεμψα τον αγγελον μου μαρτυρησαι υμιν ταυτα επι ταις εκκλησιαις εγω ειμι η ριζα και το γενος του δαβιδ ο αστηρ ο λαμπρος και ορθρινος 17και το πνευμα και η νυμφη λεγουσιν ελθε και ο ακουων ειπατω ελθε και ο διψων ελθετω και ο θελων λαμβανετω το υδωρ ζωης δωρεαν 18συμμαρτυρουμαι γαρ παντι ακουοντι τους λογους της προφητειας του βιβλιου τουτου εαν τις επιτιθη προς ταυτα επιθησει ο θεος επ αυτον τας πληγας τας γεγραμμενας εν βιβλιω τουτω 19και εαν τις αφαιρη απο των λογων βιβλου της προφητειας ταυτης αφαιρησει ο θεος το μερος αυτου απο βιβλου της ζωης και εκ της πολεως της αγιας και των γεγραμμενων εν βιβλιω τουτω 20λεγει ο μαρτυρων ταυτα ναι ερχομαι ταχυ αμην ναι ερχου κυριε ιησου 21η χαρις του κυριου ημων ιησου χριστου μετα παντων υμων αμην

« Prev Revelation 22 Next »





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |