« Prev Philemon 1 Next »

Chapter 1

1παυλος δεσμιος χριστου ιησου και τιμοθεος ο αδελφος φιλημονι τω αγαπητω και συνεργω ημων 2και απφια τη αγαπητη και αρχιππω τω συστρατιωτη ημων και τη κατ οικον σου εκκλησια 3χαρις υμιν και ειρηνη απο θεου πατρος ημων και κυριου ιησου χριστου 4ευχαριστω τω θεω μου παντοτε μνειαν σου ποιουμενος επι των προσευχων μου 5ακουων σου την αγαπην και την πιστιν ην εχεις προς τον κυριον ιησουν και εις παντας τους αγιους 6οπως η κοινωνια της πιστεως σου ενεργης γενηται εν επιγνωσει παντος αγαθου του εν υμιν εις χριστον ιησουν 7χαραν γαρ εχομεν πολλην και παρακλησιν επι τη αγαπη σου οτι τα σπλαγχνα των αγιων αναπεπαυται δια σου αδελφε 8διο πολλην εν χριστω παρρησιαν εχων επιτασσειν σοι το ανηκον 9δια την αγαπην μαλλον παρακαλω τοιουτος ων ως παυλος πρεσβυτης νυνι δε και δεσμιος ιησου χριστου 10παρακαλω σε περι του εμου τεκνου ον εγεννησα εν τοις δεσμοις μου ονησιμον 11τον ποτε σοι αχρηστον νυνι δε σοι και εμοι ευχρηστον ον ανεπεμψα 12συ δε αυτον τουτεστιν τα εμα σπλαγχνα προσλαβου 13ον εγω εβουλομην προς εμαυτον κατεχειν ινα υπερ σου διακονη μοι εν τοις δεσμοις του ευαγγελιου 14χωρις δε της σης γνωμης ουδεν ηθελησα ποιησαι ινα μη ως κατα αναγκην το αγαθον σου η αλλα κατα εκουσιον 15ταχα γαρ δια τουτο εχωρισθη προς ωραν ινα αιωνιον αυτον απεχης 16ουκετι ως δουλον αλλ υπερ δουλον αδελφον αγαπητον μαλιστα εμοι ποσω δε μαλλον σοι και εν σαρκι και εν κυριω 17ει ουν εμε εχεις κοινωνον προσλαβου αυτον ως εμε 18ει δε τι ηδικησεν σε η οφειλει τουτο εμοι ελλογει 19εγω παυλος εγραψα τη εμη χειρι εγω αποτισω ινα μη λεγω σοι οτι και σεαυτον μοι προσοφειλεις 20ναι αδελφε εγω σου οναιμην εν κυριω αναπαυσον μου τα σπλαγχνα εν κυριω 21πεποιθως τη υπακοη σου εγραψα σοι ειδως οτι και υπερ ο λεγω ποιησεις 22αμα δε και ετοιμαζε μοι ξενιαν ελπιζω γαρ οτι δια των προσευχων υμων χαρισθησομαι υμιν 23ασπαζονται σε επαφρας ο συναιχμαλωτος μου εν χριστω ιησου 24μαρκος αρισταρχος δημας λουκας οι συνεργοι μου 25η χαρις του κυριου ημων ιησου χριστου μετα του πνευματος υμων αμην

« Prev Philemon 1 Next »





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |