« Prev James 5 Next »

Chapter 5

1αγε νυν οι πλουσιοι κλαυσατε ολολυζοντες επι ταις ταλαιπωριαις υμων ταις επερχομεναις 2ο πλουτος υμων σεσηπεν και τα ιματια υμων σητοβρωτα γεγονεν 3ο χρυσος υμων και ο αργυρος κατιωται και ο ιος αυτων εις μαρτυριον υμιν εσται και φαγεται τας σαρκας υμων ως πυρ εθησαυρισατε εν εσχαταις ημεραις 4ιδου ο μισθος των εργατων των αμησαντων τας χωρας υμων ο απεστερημενος αφ υμων κραζει και αι βοαι των θερισαντων εις τα ωτα κυριου σαβαωθ εισεληλυθασιν 5ετρυφησατε επι της γης και εσπαταλησατε εθρεψατε τας καρδιας υμων ως εν ημερα σφαγης 6κατεδικασατε εφονευσατε τον δικαιον ουκ αντιτασσεται υμιν 7μακροθυμησατε ουν αδελφοι εως της παρουσιας του κυριου ιδου ο γεωργος εκδεχεται τον τιμιον καρπον της γης μακροθυμων επ αυτω εως αν λαβη υετον πρωιμον και οψιμον 8μακροθυμησατε και υμεις στηριξατε τας καρδιας υμων οτι η παρουσια του κυριου ηγγικεν 9μη στεναζετε κατ αλληλων αδελφοι ινα μη κατακριθητε ιδου ο κριτης προ των θυρων εστηκεν 10υποδειγμα λαβετε της κακοπαθειας αδελφοι μου και της μακροθυμιας τους προφητας οι ελαλησαν τω ονοματι κυριου 11ιδου μακαριζομεν τους υπομενοντας την υπομονην ιωβ ηκουσατε και το τελος κυριου ειδετε οτι πολυσπλαγχνος εστιν ο κυριος και οικτιρμων 12προ παντων δε αδελφοι μου μη ομνυετε μητε τον ουρανον μητε την γην μητε αλλον τινα ορκον ητω δε υμων το ναι ναι και το ου ου ινα μη υπο κρισιν πεσητε 13κακοπαθει τις εν υμιν προσευχεσθω ευθυμει τις ψαλλετω 14ασθενει τις εν υμιν προσκαλεσασθω τους πρεσβυτερους της εκκλησιας και προσευξασθωσαν επ αυτον αλειψαντες αυτον ελαιω εν τω ονοματι του κυριου 15και η ευχη της πιστεως σωσει τον καμνοντα και εγερει αυτον ο κυριος καν αμαρτιας η πεποιηκως αφεθησεται αυτω 16εξομολογεισθε αλληλοις τα παραπτωματα και ευχεσθε υπερ αλληλων οπως ιαθητε πολυ ισχυει δεησις δικαιου ενεργουμενη 17ηλιας ανθρωπος ην ομοιοπαθης ημιν και προσευχη προσηυξατο του μη βρεξαι και ουκ εβρεξεν επι της γης ενιαυτους τρεις και μηνας εξ 18και παλιν προσηυξατο και ο ουρανος υετον εδωκεν και η γη εβλαστησεν τον καρπον αυτης 19αδελφοι εαν τις εν υμιν πλανηθη απο της αληθειας και επιστρεψη τις αυτον 20γινωσκετω οτι ο επιστρεψας αμαρτωλον εκ πλανης οδου αυτου σωσει ψυχην εκ θανατου και καλυψει πληθος αμαρτιων

« Prev James 5 Next »





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |