| « Prev | ΑΡΙΣΤΕΑΣ ΦΙΛΟΚΡΑΤΕΙ | Next » |
ΑΡΙΣΤΕΑΣ ΦΙΛΟΚΡΑΤΕΙ |
||
|
Ἀξιολόγου διηγήσεωs, ὦ Φιλόκρατεs, περὶ τῆς γενηθείσης ἡμῖν |
1 | |
|
ἐντυχίαs πρὸς Ἐλεάζαρον τόν τῶν Ἰουδαίων ἀρχιερέα σύνεσταμένης, |
||
|
διά τὸ σὲ περὶ πολλοῦ πεποιῆσθαι, παρ᾿ ἕκαστα †ὑπομιμνήσκων†, |
||
|
συνακοῦσαι περὶ ὧν ἀπεστάλημεν καὶ διὰ τί, πεπείραμαι σαφῶς |
||
| 5 |
ἐκθέσθαι σοι, κατειληφὼς ἣν ἔχειs φιλομαθῆ διάθεσιν, ὅπερ μέ- |
2 |
|
γιστόν ἐστιν ἀνθρώπῳ, προσμανθάνειν ἀεί τι καὶ προσλαμβάνειν, |
||
|
ἤτοι κατὰ τὰs ἱστορίας, ἢ καὶ κατ᾿ αὐτὸ τὸ πρᾶγμα πεπειραμέινῳ. |
||
|
οὕτω γὰρ κατασκευάζεται ψυχῆs καθαρὰ διάθεσις, ἀναλαβοῦσα τὰ |
||
|
κάλλιστα· καὶ πρὸs τὸ πάντων κυριώτατον νενευκυῖα τὴν εὐσέ- |
||
| 10 |
βειαν ἀπλανεῖ κεχρημένη κανόνι διοικεῖ. Τὴν προαίρεσιν ἔχοντες |
3 |
| ἡμεῖς πρὸς τὸ περιέργως τὰ θεῖα κατανοεῖν, ἐαυτοὺς ἐπεδώκαμεν εἰς | ||
| τὸν προειρημένον ἄνδρα πρεσβείαν, καλοκαγαθίᾳ καὶ δόξῃ προτε- | ||
| τιμημένον ὑπό τε τῶν πολιτῶν καὶ τῶν ἄλλων, καὶ κατακεκτημένον | ||
| μεγίστην ὠφέλειαν τοῖς σὺν ἑαυτῷ καὶ τοῖς κατὰ τοὺς ἄλλους | ||
| 15 | τόπους πολίταις, πρὸς τὴν ἐρμηνείαν τοῦ θείου νόμου, διὰ τὸ γεγρά- | |
| φθαι παῤ αὐτοῖς ἐν διφθέραις ἐβραϊκοῖς γράμμασιν. ἣν δὴ καὶ | 4 | |
| ἐποιησάμεθα ἡμεῖς σπουδῇ, λαβόντες καιρὸν πρὸς τὸν βασιλέα περὶ | ||
| τῶν μετοικισθέντων εἰς Αἴγυπτον ἐκ τῆς Ἰουδαίας ὑπὸ τοῦ πατρὸς | ||
| τοῦ βασιλέως, πρώτως κεκτημένου τήν τε πόλιν καὶ τὰ κατὰ τὴν | ||
| 20 | Αἴγυπτον παρειληφότος. Ἄξιόν ἐστι καὶ ταῦτά σοι δηλῶσαι. | |
| πέπεισμαι γάρ σε μᾶλλον ἔχοντα πρόσκλισιν πρὸς τὴν σεμνότητα | 5 | |
| καὶ τὴν τῶν ἀνθρώπων διάθεσιν τῶν κατὰ τὴν σεμνὴν νομο- | ||
θεσίαν διεξαγόντων, περὶ ὧν
προαιρούμεθα δηλοῦν,
ἀσμένως σε ![]() |
||
|
2 ευτυχιαs GZ | συνισταμενοs Τ 3 υπομιμνησκeιν Wend. (σκων codd |
HKAGITZ | |
| omn 4 ων] ου K 6 προσμανμανοντι Z 7 om και I | κατ αυτο] κατα | ||
| ταυτο HKAGI | πεπειραμενων HKGIT 8 διαθεσις καθ. K. 9 κυριω- | ||
| τερον Κ 10 διοικ. την προαιρεσιν. Εχοντες codd corr Wend. 11 προε- | ||
| δωκ. TZ | εις] εις την προς Wend. 12 τετιμ. TZ 13 κατεκτημ. HAI | ||
| κατακτ. G txt KTZ 16 αυτου T 17 post σπουδη lacunam statuit | ||
| Wend. 19 om τα TZ 21 προσκλησιν codd 23 δηλουντεσ μεν ως | ||
| σε codd, txt ex conj Schmidt | ||
| ἀκούσεσθαι, προσφάτως παραγεγενημένον ἐκ τῆς νήσου πρὸς | ||
| ἡμᾶς, καὶ βουλόμενον συνακούειν ὅσα πρὸς ἐπισκευὴν ψυχῆς | ||
| ὑπάρχει. καὶ πρόρερον δὲ διεπεμψάμην σοι περὶ ὧν ἐνόμιζον | 6 | |
| ἀξιομνημονεύτων εἶναι τὴν ἀναγραφήν, ἣν μετελάβομεν παρὰ τῶν | ||
| 5 | κατὰ τὴν λογιωτάτην Αἴγυπτον λογιωτάτων ἀρχιερέων περὶ τοῦ | |
| γένους τῶν Ἰουδαίων. φιλομαθῶς γὰρ ἔχοντί σοι περὶ τῶν δυνα- | 7 | |
| μένων ὠφελῆσαι διάνοιαν δέον ἐστὶ μεταδιδόναι, μάλιστα μὲν πᾶσι | ||
| τοῖς ὁμοίοις, πολλῷ δὲ μᾶλλον σοὶ γνησίαν ἔχοντι τὴν αἵρεσιν, οὐ | ||
| μόνον κατὰ τὸ συγγενὲς ἀδελφῷ καθεστῶτι τὸν τρόπον, ἀλλὰ καὶ τῇ | ||
| 10 | πρὸς τὸ καλὸν ὁρμῇ τὸν αὐτὸν ὄντα ἡμῖν. χρυσοῦ γὰρ χάρις ἢ | 8 |
| κατασκευή τις ἄλλη τῶν τετιμημένων παρὰ τοῖς κενοδόξοις ὠφέλειαν | ||
| οὐκ ἔχει τὴν αὐτήν, ὅσον ἡ παιδείας ἀγωγὴ καὶ ἡ περὶ τούτων | ||
| φροντίς. ἵνα δὲ μὴ περὶ τῶν προλεγομένων μηκύνοντες ἀδόλεσχόν | ||
| τι ποιῶμεν, ἐπὶ τὸ συνεχὲς τῆς διηγήσεως ἐπανήξομεν. | ||
| 15 | §Κατασταθεὶς ἐπὶ τῆς τοῦ βασιλέως βιβλιοθήκης Δημήτριος ὁ |
9 § Jos Eus |
| Φαληρεὺς ἐχρηματίσθη πολλὰ διάφορα πρὸς τὸ συναγαγεῖν, εἰ | ||
| δυντόν, ἅπαντα τὰ κατὰ τὴν οἰκουμένην βιβλία· καὶ ποιούμενος | ||
| ἀγορασμοὺς καὶ μεταγραφὰς ἐπὶ τέλος ἤγαγεν, ὅσον ἐφ᾿ ἑαυτῷ, τὴν | ||
| τοῦ βασιλέως ορόθεσιν. παρόντων οὖν ἡμῶν ἐρωτηθείς Πόσαι | 10 | |
| 20 | τινὲς μυριάδες τυγχάνουσι βιβλίων; εἶπεν Ὑπὲρ τὰς εἴκοσι, | |
| βασιλεῦ· σπουδάσω δ᾿ ἐν ὀλίγῳ πρὸς τὸ πληρωθῆναι πεντή- | ||
| κοντα μυριάδας τὰ λοιπά. προσήγγελται δέ μοι καὶ τῶν Ἰουδαίων | ||
| νόμιμα μεταγραφῆς ἄξια καὶ τῆς παρὰ σοὶ βιβλιοθήκης εἶναι. | ||
| Τί τὸ κωλῦον οὖν, εἶπεν, ἐστὶ σε τοῦτο ποιῆσαι; πάντα γὰρ ὑπο- | 11 | |
| 25 | τέτακταί σοι τὰ πρὸς τὴν χρείαν. ὅ δὲ Δημήτριος εἶπεν | |
| Ἑρμηνείας προσδεῖται· χαρακτῆρσι γὰρ ἰδίοις κατὰ τὴν Ἰουδαίων | ||
| χρῶνται, καθάπερ Αἰγύπτιοι τῇ τῶν γραμμάτων θέσει, καθὸ καὶ | ||
| φωνὴν ἰδίαν ἔχουσιν. ὑπολαμβάνονται Συριακῇ χρῆσθαι· τὸ δ᾿ | ||
| 3 διεπεμψ. σοι] διεπεμψαμεθα G 6 σοι] μοι conj Schmidt 7 μα- | HKAGITZ | |
| λιστα] μαλλον G 8 γνησιως G 9 αλλα και τον τροπον Wend. | Jos Eus | |
| 12 παιδεια αυτη G παιδειας διαγ. I 14 ποιυμεν Z παθωμεν Gvid | | ||
| επανηξωμεν K 16 om ει δυνατον Eus 19 ουν ins Eus om Ar codd | ||
| 21 σποθδασω Eus πληρωσω Ar 22 προσηγγελται Eus (cf Jos | ||
| μεμηνυσθαι)] προσαγγελλεται codd | των] pr τα Eus 24 εστι σε] | ||
| αυτοι G | αποτετακται Eus 28 θπολαμβανονται] + δε Eus | ||
| οὐκ ἔστιν, ἀλλ᾿ ἕτερος τρόπος. Μεταλαβὼν δὲ ἕκαστα ὁ βασιλεὺς | ||
| εἶπε γραφῆναι πρὸς τὸν ἀρχιερέα τῶν Ἰουδαίων, ὅπως τὰ προειρημένα | ||
| τελείωσιν λάβῃ.¶ Νομίσας δὲ ἐγὼ καιρὸν εἶναι περὶ ᾧν πολ- | 12 ¶ Eus | |
| λάκις ἠξιώκειν Σωσίβιόν τε τὸν Ταραντῖνον καὶ Ἀνδρέαν, τοὺς | ||
| 5 | ἀρχισωματοφύλακας, περὶ τῆς ἀπρολυτρώσεως τῶν μετηγμένων ἐκ | |
| τῆς Ἰουδαίας ὑπὸ τοῦ πατρὸς τοῦ βασιλέως—ἐκεῖνος γὰρ ἐπελθὼν | ||
| τὰ κατὰ κοίλην Συρίαν καὶ Φοινίκην ἅπαντα, συγχρώμενος εὐημερίᾳ | ||
| μετὰ ἀνδρείας, τοὺς μὲν μετῴκιζεν, οὕς δὲ ᾐχμαλώτιζε, φόβῳ πὰντα | ||
| ὑποχείρια ποιούμενος· ἐν ὅσῳ καὶ πρὸς δέκα μυριάδας ἐκ τῆς τῶν | ||
| 10 | Ἰουδαίων χώρας εἰς Αἴγυπτον μετήγαγεν, ἀφ᾿ ὧν ὡσεὶ τρεῖς μυριάδας | 13 |
| καθοπλίσας ἀνδρῶν ἐκλεκτῶν εἰς τὴν χώραν κατῴκισεν ἐν τοῖς | ||
| φρουρίοις (ἤδη μὲν καὶ πρότερον ἱκανῶν εἰσεληλυθότων σὺν τῷ | ||
| Πέρσῃ, καὶ πρὸ τούτων ἑτέρων συμμαχιῶν ἐξαπεσταλμένων πρὸς | ||
| τὸν τῶν Αἰθιόπων βασιλέα μάχεσθαι σὺν Ψαμμιτίχῳ· ἀλλ᾿ οὐ | ||
| 15 | τοσοῦτοι τῷ πλήθει παρεγενήθησαν, ὅσους Πτολεμαῖος ὁ τοῦ | |
| Λάγου μετήγαγε)· καθὼς δὲ προείπομεν, ἐπιλὲξας τοὺς ἀρίστους | 14 | |
| ταῖς ἡλικίαις καὶ ῥώμῃ διαφέροντας καθώπλισε, τὸ δὲ λοιπὸν χύμα | ||
| πρεσβυτέρων καὶ νεωτέρων, ἔτι δὲ γυναικῶν, εἴασεν εἰς τὴν οἰκετίαν, | ||
| οὐχ οὕτως τῇ προαιρέσει κατὰ ψυχὴν ἔχων, ὡς κατακρατούμενος | ||
| 20 | ὑπὸ τῶν στρατιωτῶν, δἰ ἂς ἐπεποίηντο χρείας ἐν τοῖς πολεμικοῖς | |
| ἀγῶσιν—ἡμεῖς δὲ ἐπεί τινα παρεύρεσιν εἰς τὴν ἀπόλυσιν αὐτῶν | ||
| ἀπελάβομεν, καθὼς προδεδήλωται, τοιούτοις ἐχρησάμεθα λόγοις | ||
| πρὸς τὸν βασιλέα Μήποτε ἄλογον ᾖ ἐλέγχεσθαι ὑπ᾿ αὐτῶν | 15 | |
| τῶν πραγμάτων, ὦ βασιλεῦ. τῆς γὰρ νομοθεσίας κειμένης πᾶσι | ||
| 25 | τοῖς Ἰουδαίοις, ἣν ἡμεῖς οὐ μόνον μεταγράψαι ἐπινοοῦμεν, ἀλλά καὶ | |
| διερμηνεῦσαι, τίνα λόγον ἕξομεν πρὸς ἀποστολήν, ἐν οἰκετίαις | ||
| ὑπαρχόντων ἐν τῇ σῇ βασιλείᾳ πληθῶν ἱκανῶν; ἀλλὰ τελείᾳ καὶ | ||
| πλουσίᾳ ψυχῇ ἀπόλυσον τοὺς συνεχομένους ἐν ταλαιπωρίαις, | ||
| κατευθύνοντός σου τὴν βασιλείαν τοῦ τεθεικότος αὐτοῖς θεοῦ τὸν | ||
| 30 | νόμον, καθὼς περιείργασμαι. τὸν γὰρ πάντων ἐπόπτην καὶ κτίστην | 16 |
| 4 ηξιωσα σνεχως τους περι τον Ταρ. G 5 σωματοφυλακας Α | εκ] απο | HKAGI | |
| TZ 8 μετοικ. Z | ους] τους Gvid 11 εκλελεγμενων T | κατελιπεν G | TZ Jos | |
| 12 μεν] + ουν I | ικανως H | συνεληλ. | om συν T 14 Αιθ.] Αιγυττιων T | ||
| 15 τω πληθ. om TZ 18 νεωτ. και πρεσβ. I | δε] + και K 21 ετει] επι | ||
| GI 26 ικετειαις K 28 απολυσας G 29 σου] σοι TZ | ||
| θεὸν οὗτοι σέβονται, ὃν καὶ πάντες, ἡμεῖς δέ, βασιλεῦ, προσονομά- | ||
| ζοντες ἑτέρως Ζῆνα καὶ Δία· τοῦτο δ᾿ οὐκ ἀνοικείως οἱ πρῶτοι | ||
| διεσήμαναν, δἰ ὃν ζωοποιοῦνται τὰ πάντα καὶ γίωεται, τοῦτον | ||
| ἁπάντων ἡγεῖσθαί τε καὶ κυριεύειν. ὑπερηρκὼς δὲ σύμπαντας ἀνθρώ- | ||
| 5 | πους τῇ λαμπρότητι τῆς ψυχῆς ἀπόλυσιν ποίησαι τῶν ἐνεχομένων | |
| ταῖς οἰκετίαις. Οὐδὲ πολὺν χρόνον ἐπισχών, καὶ ἡμῶν κατὰ | 17 | |
| ψυχὴν πρὸς τὸν θεὸν εὐχομένων, τὴν διάνοιαν αὐτοῦ κατασκευάσαι | ||
| πρὸς τὸ τοὺς ἅπαντας ἀπολυθῆναι (κτίσμα γὰρ ὂν θεοῦ τὸ γένος | ||
| τῶν ἀνθρώπων καὶ μεταλλοιοῦται καὶ τρέπεται πάλιν ὑπ᾿ αὐτοῦ· | ||
| 10 | διὸ πολλαχῶς καὶ ποικίλως ἐπεκαλούμην τὸν κυριεύοντα κατὰ | |
| καρδίαν, ἵνα συναναγκασθῇ, καθὼς ἠξίουν, ἐπιτελέσαι· μεγάλην | 18 | |
| γὰρ εἶχον ἐλπίδα, περὶ σωτηρίας§ ἀνθρώπων προτιθέμενος λόγον, ὅτι | § B | |
| τὴν ἐπιτέλειαν ὁ θεὸς ποιήσει τῶν ἀξιουμένων· ὃ γὰρ πρὸς δικαιο- | ||
| σύνην καὶ καλῶν ἔργων ἐπιμέλειαν ἐν ὁσιότητι νομίζουσιν ἄνθρωποι | ||
| 15 | ποιεῖν, κατευθύνει τὰς πράξεις καὶ τὰς ἐπιβολὰς ὁ κυριεύων ἁπάντων | |
| θεός), ὁ δὲ διανακύψας καὶ προσβλέψας ἱλαρῷ τῷ προσώπῳ Πόσας | 19 | |
| ὑπολαμβάνεις μυριάδας ἔσεσθαι; ἔφη. παρεστὼς δὲ Ἀνδρέας | ||
| ἀπεφήνατο Βραχεῖ πλεῖον μυριάδων δέκα. ὁ δέ, Μικρόν γε, εἶπεν, | ||
| Ἀριστέας ἡμᾶς ἀξιοῖ πρᾶγμα. Σωσίβιος δὲ καὶ τῶν παρόντων | ||
| 20 | τινὲς τοῦτ᾿ εἶπον Καὶ γὰρ ἄξιόν ἐστι τῆς σῆς μεγαλοψυχίας, ὅπως | |
| χαριστήριον ἀναθῇ τῷ μεγίστῳ θεῷ τὴν τούτων ἀπόλυσιν. μεγίστως | ||
| γὰρ τετιμημένος ὑπὸ τοῦ κρατοῦντος τὰ πάντα καὶ δεδοξασμένος | ||
| ὑπὲρ τοὺς προγόνους, εἰ καὶ μέγιστα ποιήσεις χαριστήρια, καθῆκόν | ||
| ἐστί σοι. Διαχυθεὶς δὲ εὖ μάλα τοῖς ὀψωνίοις εἶπε προσθεῖναι, | 20 | |
| 25 | καὶ σώματος ἑκάστου κομίζεσθαι δραχμὰς εἴκοσι, καὶ περὶ τούτων | |
| ἐκθεῖναι πρόσταγμα, τὰς δὲ ἀπογραφὰς ποιεῖσθαι παῤ αὐτά, | ||
| μεγαλείως χρησάμενος τῇ προθυμίᾳ, τοῦ θεοῦ τὴν πᾶσαν ἐπιτελέ- | ||
| σαντος ἡμῶν προαίρεσιν, καὶ συναναγκάσαντος αὐτὸν ἀπολυτρῶσαι | ||
| μὴ μόνον τοὺς συνεληλυθότας τῷ στρατοπέδῳ τοῦ πατρός, ἀλλὰ καὶ | ||
1 ω βασιλευ TZ 2 ετερως AR codd] ετυμως hic hab Jos sed fort pro |
HKAGIBT | |
| ουκ ανοικειως | ζηνα· (al ζην· α) και δια τουπο δ codd (δ codd (δ om T) | Z Jos | |
| 3 τουτων Z 5 απολ. ποι.] αποποιησαι I 6 ικετιαις I 8 ον] ων Z 12 om γαρ | ||
| TZ | υποτιθεμενος B* (προστιθ. Bcorr) | στε Z 13 δικαιοσ.] ελεημοσυνην G | ||
| 15 βουλας B επιβουλ. T 16 διακυψας A ανακυψας G 18 Βραχει] pr | ||
| εν λογω B βραχυ K | ενδεκα Jos 19 αξιω G 24 εφη B 25 δραγμας I | ||
| εἴ τινες προῆσαν, ἢ μετὰ ταῦτα παρεισήχθησαν εἰς τὴν βασιλείαν. | ||
| ὑπὲρ τὰ τετρακόσια τάλαντα τὴν δόσιν ἀπέφαινον εἶναι. καὶ τοῦ | 21 | |
| προστάγματος δὲ τὸ ἀντίγραφον οὐκ ἄχρηστον οἴομαι κατακε- | ||
| χωρίσθαι. πολλῷ γὰρ ἡ μεγαλομοιρία φανερωτέρα καὶ εὔδηλος | ||
| 5 | ἔσται τοῦ βασιλέως, τοῦ θεοῦ κατισχύοντος αὐτὸν εἰς τὸ σωτηρίαν | |
| γενέσθαι πλήθεσιν ἱκανοῖς. ἦν δὲ τοιοῦτο Τοῦ βασιλέως προσ- | 22 | |
| τάξαντος—Ὅσοι τῶν συνεστρατευμένων τῷ πατρὶ ἡμῶν εἰς τοὺς κατὰ | ||
| Συρίαν καὶ Φοινίκην τόπους ἐπελθόντες τὴν τῶν Ἰουδαίων χώραν | ||
| ἐγκρατεῖς ἐγένοντο σωμάτων Ἰουδαϊκῶν καὶ ταῦτα διακεκομίκασιν εἴς | ||
| 10 | τε τήν πόλιν καὶ τὴν χώραν ἢ καὶ πεπράκασιν ἑτέροις, ὁμοίως δὲ καὶ | |
| εἴ τινες προῆσαν ἢ καὶ μετὰ ταῦτά εἰσιν εἰσηγμένοι τῶν τοιούτων, | ||
| ἀπολύειν παρὰ χρῆμα τοὺς ἔχπμτας, κομιζομένους αὐτίκα ἑκάστου | ||
| σώματος δραχμὰς εἴκοσι, τοὺς μὲν στρατιώτας τῇ τῶν ὀψωνίων | ||
| δόσει, τοὺς δὲ λοιποὺς ἀπὸ τῆς βασιλικῆς τραπέζης. νομίζομεν | 23 | |
| 15 | γὰρ καὶ παρὰ τὴν τοῦ πατρὸς ἡμῶν βούλησιν καὶ παρὰ τὸ καλῶς | |
| ἔχον ᾐχμαλωτεῦσθαι τούτους, διὰ δὲ τὴν στρατιωτικὴν προπέτειαν | ||
| τήν τε χώραν αὐτῶω κατεφθάρθαι καὶ τὴν τῶν Ἰουδαίων μεταγωγὴν | ||
| εἰς τὴν Αἴγυπτον γεγονέναι· ἱκανὴ γὰρ ἦν ἡ παρὰ τὸ πεδίον | ||
| γεγονυῖα ἐκ τῶν στρατιωτῶν ὠφέλεια· διὸ παντελῶς ἀνεπιεικής | ||
| ἐστι καὶ ἡ τῶν ἀνθρώπων καταδυναστεία. πᾶσιν οὖν ἀνθρώποις τὸ | 24 | |
| δίκαιον ἀπονέμειν ὁμολογούμενοι, πολλῷ δὲ μᾶλλον τοῖς ἀλόγως | ||
| καταδυναστευομένοις, καὶ κατὰ πᾶν ἐκζητοῦντες τὸ καλῶς ἔχον πρός | ||
| τε τὸ δίκαιον καὶ τὴν κατὰ πάντων εὐσέβειαν, προστετάχαμεν ὅσα | ||
τῶν Ἰοθδαϊκῶν ἐστι σωμάτων
ἐν οἰκετίαις πανταχῆ
καθ᾿ ὁντινοῦν |
||
| 25 | τρόπον ἐν τῇ βασιλείᾳ, κομιζομένους τοὺς ἔχοντας τὸ προκείμενον | |
| κεφάλαιον ἀπολύειν, καὶ μηδένα κακοσχόλως περὶ τούτων μηδὲν | ||
| οἰκονομεῖν· τὰς δ᾿ ἀπογραφὰς ἐν ἡμέραις τρισίν, ἀφ᾿ ἧς ἡμέρας | ||
| ἐκκεῖται τὸ πρόσταγμα, ποιεῖσθαι πρὸς τοὺς καθεσταμένους περὶ | ||
| 2 υπερ Fort deperiit aliquid ante hoc verbum | τριακοσια TB (τ) | HKAGIBT | |
| 3 κατακεχωπισθαι BT* vid (-ησθαι)] κατακεχωρισται cett 6 του βασ. | Z Jos | |
| προστ. (cum praeced conj codd) ad decretum refert Wend. quasi titulum | ||
| habet Nestle 9 εγκρατεις—την χωραν 10 om BTZ 12 κομιζομενου T | ||
| 13 δραγμας BTZ | τους] + εχοντας BTZ 17 om των BTZ | ||
| 21 ομολογουμενως HKAGIT* vid -μενοις ZTcorr vid txt ex corr Schmidt | ||
| 23 παντα B 21 εστι] + των HAGI | οικεταις TZ | πανταχη ex conj] παντι μη HKAITZ παντα μη G παντι B παντι και We. | οντινα ουν KBT | ||
| 28 κατεσταμενους HKATZ κατεσταλμ. GI | ||
| τούτων, καταδεικνύντας εὐθὺ καὶ τὰ σώματα. διειλήξαμεν γὰρ καὶ | 25 | |
| ἡμῖν συμφέρειν καὶ τοῖς πράγμασι τοῦτ᾿ ἐπιτλεσθῆναι. τὸν δὲ | ||
| βουλόμενον προσαγγέλλειν περὶ τῶν ἀπειθησάντων, ἐφ᾿ ᾧ τοῦ φανέν- | ||
| τος ἐνόχου τὴν κυρίαν ἕξειν· τὰ δὲ ὑπάρχοντα τῶν τοιούτων εἰς | ||
| 5 | τὸ βασιλικὸν ἀναληφθήσειται. Εἰσδοθέντος τοῦ προστάγ- | 26 |
| ματος, ὅπως ἐπαναγνωσθῇ τῷ βασιλεῖ, τὰ ἄλλα πάντ᾿ ἔχοντος | ||
| πλὴν τοῦ Καὶ εἴ τινες προῆσαν ἢ καὶ μετὰ ταῦτα εἰσηγμένοι εἰσι | ||
| τῶν τοιούτων, αὐτὸς τοῦτο ὁ βασιλεὺς προσέθηκε, μεγαλομοιρίᾳ | ||
| καὶ μεγαλοψυχίᾳ χρησάμενος, ἐκέλευσέ τε τῶν διαφόρων δόσιν | ||
| 10 | ἀθρόαν οὖσαν ἀπομερισαι τοῖς ὑπηρέταις τῶν ταγμάτων καὶ βασι- | |
| λικοῖς τραπεζίταις. οὕτω δοχθὲν ἐκεκύρωτο ἐν ἡμέραις ἑπτά· πλεῖον | 27 | |
| δὲ ταλάντων ἑξακοσίων ἑξήκοντα ἡ δόσις ἐγεγονει. πολλὰ γὰρ καὶ | ||
| τῶν ἐπιμαστιδίων τέκνων σὺν ταῖς μητράσιν ἐλευθεροῦντο. προσαν- | ||
| ενεχθέντος εἰ καὶ περὶ τούτων εἰκοσαδραχμία δοθήσεται, καὶ τοῦτ᾿ | ||
| 15 | ἐκέλευσεν ὁ βασιλεὺς ποιεῖν, ὁλοσχερῶς περὰ τοῦ δόξαντος ἅπαντ᾿ | |
| ἐπιτελῶν. | ||
| § Ὡς δὲ κατεπράχθη ταῦτα, τὸν Δημήτριον ἐκέλευσεν εἰσδοῦναι | 28 § Eus | |
| περὶ τῆς τῶν Ἰουδαϊκῶν βιβλίων ἀναγραφῆς. πάντα γὰρ διὰ | ||
| προσταγμάτων καὶ μεγάλης ἀσφαλείας τοῖς βασιλεῦσι τούτοις | ||
| 20 | διῳκεῖτο, καὶ οὐδὲν ἀπερριμμένως οὐδ᾿ εἰκῇ. διόπερ καὶ τὸ τῆς | |
| εἰσδόσεως καὶ τὰ τῶν ἐπιστολῶν ἀντίγραφα κατακεχώρικα, καὶ τὸ | ||
| τῶν ἀπεσταλμένων πλῆθος καὶ τὴν ἑκάστου κατασκευήν, διὰ τὸ | ||
| μεγαλομοιρίᾳ καὶ τέχνη διαφέρειν ἕκαστον αὐτῶν. τῆς δὲ εἰσδό- | ||
| σεώς ἐστιν ἀντίγραφον τόδε Βασιλεῖ μεγάλῳ παρὰ Δημητρίου. | 29 | |
| 25 | προστάξαντός σου, βασιλεῦ, περὶ τῶν ἀπολιπόντων εἰς τὴν συμπλή- | |
| ρωσιν τῆς βιβλιοθήκης βιβλίων, ὅπως ἐπισυναχθῇ, καὶ τὰ διαπεπ- | ||
| τωκότα τύχῃ τῆς προσηκούσης ἐπισκευῆς, πεποιημένος οὐ παρέργως | ||
| 3 εφ ω ex conj (cf. 3 Macc 328)] εφη codd εφην Ivid 5 εισδοθεντος] | HKAGIBT | |
| + ουν B δε Wend. cum cod Mon (Jos) 7 ει καὶ Κ | η] ει GIZ | εισιν | Z Jos Eus | |
| εισηγ. Wend. cum cod Mon 8 αυτος Wend. cum Jos] αυτο codd | ||
| 10 ουσαν] + δοσιν B 11 πλειων TZ 12 εξηκ. καὶ τετρακοσ. Jos | ||
| 13 ηλευθ. B 14 προσανεν.] + δε We. (cod Mon) 15 ολοσχ. ποι. ο β. B | ||
| 17 τω Δημητριω BT | εκδουναι Eusi et Joscodd aliq 18 αναγραφης Jos et | ||
| Eus] αντιγραφης Ar codd omn 19 ασφαλ.] ακριβειας Eus 20 διωκητο | ||
| Ar codd txt Eus (διωκειται Eusº) | καὶ 1º] ins Eus om Ar | το Eus] τα Ar | ||
| 21 εκδοσεως BTZ Euscodd aliq 24 αντιγραφον (-φα B) εστιν ουτως BT | ||
| 25 προστεταχοτος Eusº | απολειφθεντων Eus 26 της] + δια Eusº | ||
| τὴν ἐν τούτοις ἐπιμέλειαν, προσαναφέρω σοι τάδε. τοῦ νόμου | 30 | |
| τῶν Ἰουδαίων βιβλία σὺν ἑτέροις ὀλίγοις τισὶν ἀπολείπει· τυγχάνει | ||
| γὰρ Ἑβραϊκοῖς γράμμασι καὶ φωνῇ λεγόμενα, ἀμελέστερον δέ, καὶ | ||
| οὐχ ὡς ὑπάρχει, σεσήμανται, καθὼς ὑπὸ τῶν εἰδότων προσανα- | ||
| 5 | φέρεται· προνοίας γὰρ βασιλικῆς οὐ τέτευχε. δέον δέ ἐστι καὶ | 31 |
| ταῦθ᾿ ὑπάρχειν παρά σοι διηκριβωμένα, διὰ τὰ καὶ φιλοσαφωτέραν | ||
| εἶναι καὶ ἀκέραιον τήν νομοθεσίαν ταύτην, ὡς ἄν οὖσαν θείαν. διὸ | ||
| πόρρω γεγόονασιν οἵ τε συγγραφεῖς καὶ ποιηταὶ καὶ τὸ τῶν ἱστορικῶν | ||
| πλῆθος τῆς ἐπιμνήσεως τῶν προειρημένων βιβλίων, καὶ τῶν κατ᾿ | ||
| 10 | αὐτὰ πεπολιτευμένων [καὶ πολιτευομένων] ἀνδρῶν, διὰ τὸ ἁγνήν τινα | |
| καὶ σεμνὴν εἶναι τὴν ἐν αὐτοῖς θεωρίαν, ὥς φησιν Ἑκαταῖος ὁ | ||
| Ἀβδηρίτης. ἐὰν οὖν φαίνηται, βασιλεῦ, γραφήσεται πρὸς τὸν | 32 | |
| ἀρχιερέα τὸν ἐν Ἱεροσολύμοις, ἀποστεῖλαι τοὺς μάλιστα καλῶς | ||
| βεβιωκότας καὶ πρεσβυτέρους ὄντας ἄνδρας, ἐμπειρους τῶν κατὰ | ||
| 15 | τὸν νόμον τὸν ἑαυτῶν, ἀφ᾿ ἑκάστης φυλῆς ἕξ, ὅπως τὸ σύμξωνον ἐκ | |
| τῶν πλειόνων ἐξετάσαντες καὶ λαβόντες τὸ κατὰ τὴν ἑρμηνείαν | ||
| ἀκριβές, ἀξίως καὶ τῶν πραγμάτων καὶ τῆ σῆς προαιρέσεως, θῶμεν | ||
| εὐσήμως. εὐτύχει διὰ παντός. Τῆς δὲ εἰσδόσεως ταύτης γενο- | 33 | |
| μένης, ἐκέλευσεν ὁ βασιλεὺς γραφῆναι πρὸς τὸν Ἐλεάζαρον περὶ | ||
| 20 | τούτων, σημάναντας καὶ τὴν γενομένην ἀπολύτρωσιν τῶν αἰχμα- | |
| λώτων. ἔδωλε δὲ καὶ εἰς κατασκευὴν | ||
| τραπέζης καὶ σπονδείων χρυσίου μὲν ὁλκῆς τάλαντα πεντήκοντα | ||
| καὶ ἀργυρίου τάλαντα ἑβδομήκοντα καὶ λίθων ἑκανόν τι πλῆθος— | ||
| ἐκέλευσε δὲ τοὺς ῥισκοφύλακας τοῖς τεχωίταις, ὡν ἂν προαιρῶνται, | ||
| 25 | τὴν ἐκλογὴν διδόναι—καὶ νομίσματος εἰς θυσίας καὶ ἄλλα πρὸς | |
| τάλαντα ἑκατόν. δηλώσομεν δέ σοι περὶ τῆς κατασκευῆς, ὡς ἂν | 34 | |
| τὰ τῶν ἐπιστολῶν ἀντίγραφα διέλθωμεν. ἦν δὲ ἡ τοῦ βασιλέως | ||
| ἐπιστολὴ τὸν τύπον ἔχουσα τοῦτον Βασιλεὺς Πτολεμαῖος | 35 | |
1 εν] επι H | ταδε] τα δε cum seqq conj Ar Eus 5 τετυχηκε Jos |
HKAGIBT | |
| Eus | ετι Eus 10 αυτας Ar et Eusio. Fort βιβλων supra legendum | και | Z Jos Eus | |
| πολιτευομενων om Eus et Josvid 11 om φησιν Eusi 12 om ουν Eusº | | ||
| φαιν. Eus] φανηται Ar codd φανηται σοι εννομον B 14 om οντας Eus | ||
| 15 αφ Jos Eus] εφ HAGIBT 18 εκδοσεως Eusi 20 σημαναντα Ar | ||
| txt Eus et Josvid (δηλουντας) | γεναμενην GBvidTZ 23 ικανων I καλον | ||
| Eusi 24 χρηματοφυλ. Eus | om τοις Eusi | om αν BTZ | προαιρουνται B | ||
| 25 νομισματα BT txt codd cett Eus Jos | ||
| Ἐλεαζάρῳ ἀρχιερεῖ χαίρειν καὶ ἐρρῶσθαι. ἐπεὶ συμβαίνει πλείονας | ||
| τῶν Ἰουδαίων εἰς τὴν ἡμετέραν χώραν κατῳκίσθαι γενηθέντας ἀνα- | ||
| σπάστους ἐκ τῶν Ἱεροςολύμνω ὑπὸ Περσῶν, καθ᾿ ὃν ἐπεκράτουν | ||
| χρόνον, ἔτι δὲ καὶ συνεληλυθέναι τῷ πατρὶ ἡμῶν εἰς τὴν Αἴγυπτον | ||
| 5 | αἰχμαλώτους,—ἀφ᾿ ὧν πλείονας εἰς τὸ στρατιωτικὸν σύνταγμα | 36 |
| κατεχώρισεν ἐπὶ μείζοσι μισθοφορίαις, ὁμοίως δὲ καὶ τοὺς προόντας | ||
| κρίνας πιστοὺς φρούρια κτίσας ἀπέδωκεν αὐτοῖς, ὅπως τὸ τῶν Αἰγυ- | ||
| πτίων ἔθνος φόβον [μὴ] ἔχῃ διὰ τούτων· καὶ ἡμεῖς δὲ παραλαβόντες | ||
| τὴν βασιλείαν φιλανθρωπότερον ἀπαντῶμεν τοῖς πᾶσι, πολὺ δὲ | ||
| 10 | μᾶλλον τοῖς σοῖς πολίταις—ὑπὲρ δέκα μυριάδας αἰχμαλώτων ἠλευ- | 37 |
| θερώκαμεν, ἀποδόντες τοῖς κρατοῦσι τὴν κατ᾿ ἀξίαν ἀργθρολὴν τιμήν, | ||
| διορθούμενοι καὶ εἴ τι κακῶς ἐπράχθη διὰ τὰς τῶν ὄχλων ὁρμάς, | ||
| διειληφότες εὐσεβῶς τοῦτο πρᾶξαι, καὶ τῷ μεγίστῳ θεῷ χαριστικὸν | ||
| ἀνατιθέντεσ, ὃς ἡμῖν τὴν βασιλείαν ἐν εἰρήνῃ καὶ δόκῃ κρατίστῃ | ||
| 15 | παῤ ὅλην τὴν οἰκουμένην διατετήρηκεν· εἴς τε τὸ στράτευμα τοὺς | |
| ἀκμαιοτάτους ταῖς ἡλικίαις τετάχαμεν, τοὺς δὲ δυναμένους καὶ περὶ | ||
| ἡμᾶς εἶναι, τῆς περὶ τὴν αὐλὴν πίστεως ἀξίους, ἐπὶ χρειῶν καθεστά- | ||
| καμεν. βουλομένων δ᾿ ἡμῶν καὶ τούτοις χαρίζεσθαι καὶ πᾶσι τοῖς | 38 | |
| κατὰ τὴν οἰκουμένην Ἰουδαίοις καὶ τοῖς μετέπειτα, προῃρήμεθα τὸν | ||
| 20 | νόμον ὑμῶν μεθερμηνευθῆναι γράμμασιν Ἑλληνικοῖς ἐκ τῶν παῤ | |
| ὑμῶν λεγομένων Ἑβραϊκῶν γραμμάτων, ἵν᾿ ὑπάρχῃ καὶ ταῦτα παῤ | ||
| ἡμῖν ἐν βιβλιοθήκῃ σὺν τοῖς ἄλλοις βασιλικοῖς βιβλίοις. καλῶς | 39 | |
| οὖν ποιήσεις καὶ τῆς ἡμετέρας σπουδῆς ἀξίως ἐπιλεξάμενος ἄνδρας | ||
| καλῶς βεβιωκότας πρεσβυτέρους, ἐμπειρίαν ἔχοντας τοῦ νόμου, καὶ | ||
| 25 | δυνατοὺς ἑρμηνεῦσαι, ἀφ᾿ ἑκάστξς φυλῆς ἕξ, ὅπως ἐκ τῶν πλείονων | |
| τὸ σύμξωνον εὑρεθῇ, διὰ τὸ περὶ μειζόνων εἶναι τὴν σκέψιν. | ||
| οἰόμεθα γάρ ἐπιτελεσθέντος τούτου μεγάλην ἀποίσεσθαι δόξαν. | ||
| 1 επει συμβ. KZ Eus] επισυμβαινει codd cett 2 κατοικεισθαι Ar codd | HKAGIBT | |
| κατωκεισθαι Eus txt Josvid | αναρπαστους HKA Eusedd txt GIBTZ Eusi | Z Jos Eus | |
| 4 συνεισελ. Gvid I Eusi 5 ων ] + και Eus 6 προοντας BcorrTZ Eus] | ||
| παροντας HKAGIB* vid 8 μη hab Ar codd omn om Jos Eus recte ut | ||
| videtur | εχει GI 11 αργυρ. κατ. αξ. Z 13 πρασσειν Eus | χαριστηριον | ||
| B txt codd cett Eus 14 δοξη] + τη Eus 16 και om GI 17 της] | ||
| pr και Eus | αξιως ZT? | επι χειρων κατεστακαμεν (-ησαμεν B) Ar codd | ||
| επικρινων κατεστησα Eus txt emend Schmidt 21 υμιν (-ωνi) εβρ. λεγ. Eus | ||
| 23 επιλεξας Eus txt Ar Jos 25 δυναμενους BT | ||
| ἀπεστάλκαμεν δὲ περὶ τούτων Ἀνδρέαν τῶν ἀρχισωματοφυλάκων | 40 | |
| καὶ Ἀριστέαν, τιμωμένους παῤ ἡμῖν, διαλεξομένους σοι καὶ κομί- | ||
| ζοντας ἀπαρχὰς εἰς τὸ ἱερὸν ἀναθημάτων καὶ εἰς θυσίας καὶ τὰ ἄλλα | ||
| ἀργυρίου τὰλαντα ἑκατόν. γράφων δὲ καὶ σὺ πρὸς ἡμᾶς περὶ ὧν ἐὰν | ||
| 5 | βούλῃ κεχαρισμένος ἔσῃ, καὶ φιλίας ἄξιόν τι πράξεις, ὡς ἐπιτελεσ- | |
| θησομένων τὴν ταχίστην περὶ ὧν ἂν αἱρῇ. ἔρρωσο. Πρὸς | 41 | |
| ταύτην τὴν ἐπιστολὴν ἀντέγραψεν ἐνδεχομένως ὁ Ἐλεάζαρος | ||
| ταῦτα Ἐλεάζαρος ἀρχιερεὺς βασιλεῖ Πτολεμαέῳ φίλῳ | ||
| γνησίῳ χαίρειν. αὐτός τε ἔρρωσο καὶ ἡ βασίλισσα Ἀρσινόη, | ||
| 10 | ἡ ἀδελφή, καὶ τὰ τέκνα, καλῶς ἂν ἔχοι καὶ ὡς βουλόμεθα, καὶ | |
| αὐτοὶ δὲ ὑγιαίνομεν. λαβόντες τὴν παρὰ σοῦ ἐπιστολὴν μεγάλως | 42 | |
| ἐχάρημεν διὰ τὴν προαίρεσίν σου καὶ τὴν καλὴν βουλήν, καὶ συνα- | ||
| γαγόντες τὸ πᾶν πλῆθος παρανέγνωμεν αὐτοῖς, ἵνα εἰδῶσιν ἣν ἔχεις | ||
| πρὸς τὸν θεὸν ἡμῶν εὐσέβειαν. ἐπεδείξαμεν δὲ καὶ τὰς διάλας ἃς | ||
| 15 | ἀπέστειλας, χρυσᾶς εἴκοσι καὶ ἀργυρᾶς τριάκοντα, κρατῆρας πέντε, | |
| καὶ τράπεζαν εἱς ἀνάθεσιν, καὶ εἰς προσαγωγὴν θυσιῶν καὶ εἰς | ||
| ἐπισκευὰς ὧν ἂν δέηται τὸ ἱερὸν ἀργυρίου τάλαντα ἑκατόν, ἅπερ | 43 | |
| ἐκόμισεν Ἀνδρέας τῶν τετιμημένων παρὰ σοὶ καὶ Ἀριστέας, ἄνδρες | ||
| καλοὶ καὶ ἀγαθοὶ καὶ παιδείᾳ διαφέροντες καὶ τῆς σῆς ἀγωγῆς καὶ | ||
| 20 | δικαιοσύνης ἄξιοι κατὰ πάντα· οἳ καὶ μετέδωκαν ἡμῖν τὰ παρὰ σοῦ, | |
| πρὸς ἃ λαὶ παῤ ἡμῶν ἀκηκόασιν ἁρμόζοντα τοῖς σοῖς γράμμασι. | ||
| πάντα γὰρ ὅσα σοι συμφέρει, καὶ εἰ παρὰ φύσιν ἐστίν, ὑπακουσό- | 44 | |
| μεθα· τοῦτο γὰρ φιλίας καὶ ἀγαπήσεως σημεῖόν ἐστι. μεγάλα γὰρ | ||
| καὶ σὺ καὶ ἀνεπίληστα τοὺς πολίτας ἡμῶν κατὰ πολλοὺς τρόπους | ||
1 τουτων Jos Eus] τουτου Ar | τον αρχισωματοφυλακα B (αρχι sup lin |
HKAGIBT | |
| prima manu) TZ Jos txt Ar codd cett Eusi (των σωμ.º) 2 Αρισταιον Jos | Z Jos Eus | |
| Eusº (-εαν Eusi cum Ar codd) | κομιζοντες Z 4 γραφε BT Eus txt codd | ||
| cett et Josvid | αν B Eusº (εαν Eusi cum codd cett) 5 κεχαρ.] και χαρισαμενος | ||
| Ar codd κεχαρισμενος γαρ Eus 7 ταυτ. την επ.] ταυτα Eusº | ||
| 8 ταδε Eusi (ουτωςº) 9 ει αυτος τε ερρωσαι Eus txt (cf 2 Macc 920, 1128) | ||
| Ar codd (-σαι Z) 12 συναγοντες K 13 ανεγνωμεν Gcorr vid Jos παρεγν. | ||
| IG*?B* + αυτην Eusº Jos 16 προαγωγην Z 17 προσδεηται Eus txt | ||
| Ar codd Jos 18 εκομιζον Ar codd -σεν Eusi (-ζεν cett) -σαν Jos | Ανδρεας] | ||
| ανδρες B | και] pr Ανδρεας Jos Eusº (-εαςi) 20 παρεδωκαν | ||
| B 21 γραμμασι] οραγμασι Eus 24 και συ BT (σοι G και σοι IZ cf | ||
| Jos τας σας ευεργεσιας)] om codd cett Eus | ανεπιληπτα A ] πολλους τροπους | ||
| Eus (cf Jos πολυμερως)] πολλοις HA πολυ K πολλους cett | ||
| εὐηργέτηκας. εὐθέως οὖν προσηγάγομεν ὑπὲρ θυσίας καὶ τῆς | 45 | |
| ἀδελφῆς καὶ τῶν τέκνων καὶ τῶ φίλων· καὶ ηὔξατο πᾶν τὸ πλῆθος, | ||
| ἵνα σοι γένηται καθὼς προαιρῇ διὰ παντός, καὶ διασώζῃ σοι τὴν | ||
| βασιλείαν ἐν εἰρήνῃ μετὰ δόξης ὁ κυριεύων ἁπάντων θεός, καὶ ὅπως | ||
| 5 | γένηταί σοι συμφερόντως καὶ μετὰ ἀσφαλείας ἡ τοῦ ἁγίου νόμου | |
| μεταγραφή. παρόντων δὲ πάντων ἐπελέξαμεν ἄνδρας καλοὺς καὶ | 46 | |
| ἀγαθοὺς πρεσβυτέρους, ἀφ᾿ ἑκάστης φυλῆς ἕξ, οὓς καὶ ἀπεστείλαμεν | ||
| ἔχοντας τὸν νόμον. καλῶς οὖν ποιήσεις, βασιλεῦ δίκαιε, προστάξας, | ||
| ὡς ἂν ἡ μεταγραφὴ γένηται τῶν βιβλίων, ἵνα πάλιν ἀποκαταστα- | ||
| 10 | θῶσι πρὸς ἡμᾶς ἀσφαλῶς οἱ ἄνδρες. ἔρρωσο.¶ Εἰσὶ δὲ πρώτης | 47 ¶Jos Eus |
| φυλῆς· Ἰώσηφος Ἐζεκίας Ζαχαρίας Ἰωάννης Ἐζεκίας Ἐλισσαῖος. | ||
| δεθτέρας· Ἰούδας Σίμων Σομόηλος Ἀδαῖος Ματταθίας Ἐσχλεμίας. | ||
| τρίτης· Νεεμίας Ἰώσηφος Θεοδόσιος Βασέας Ὀρνίας Δάκις. | ||
| τετάρτης· Ἰωνάθας Ἀβραῖος Ἐλισσαῖος Ἁνανίας Χαβρίας . . . | 48 | |
| 15 | πέμπτης· Ἴσακος Ἰάκωβος Ἰησοῦς Σαββαταῖος Σίμων Λευίς. | |
| ἕκτης· Ἰούδας Ἰώσηφος Σίμων Ζαχαρίας Σομόηλος Σελεμίας. | ||
| ἑβδόμης· §Σαββαταῖος Σεδεκίας Ἰάκωβος Ἴσαχος Ἰησίας Νατθαῖος. | 49 § C | |
| ὀγδόης· Θεοδόσιος Ἰάσων Ἰησοῦς Θεόδοτος Ἰωάννης Ἰωνάθας. | ||
| ἐνάτης· Θεόφιλος Ἄβραμος Ἄρσαμος Ἰάσων Ἐνδεμίας Δανίηλος. | ||
| 20 | δεκάτης· Ἰερεμίας Ἐλεάζαρος Ζαχαρίας Βανέας Ἐλισσαῖος Δαθαῖος. | 50 |
| ἑνδεκάτης· Σαμούηλος Ἰώσηφος Ἰούδας Ἰωνάθης Χαβεῦ Δοσίθεος. | ||
| δωδεκάτης· Ἰσάηλος Ἰωάννης Θεοδόσιος Ἄρσαμος Ἀβιήτης Ἐζε- | ||
| κῇλος. οἱ πάντες ἑβδομήκοντα δύο. Καὶ τὰ μὲν πρὸς τὴν | 51 | |
τοῦ βασιλέως ἐπιστολὴν
τοιαύτης ἐτύγχανεν ἀντιγραῆς ὑπὸ
|
||
| 25 | τῶν περὶ τὸν Ἐλεάζαρον. | |
4 om εν BT | κθριευοντωων απαντων BT 5 om σαι Eus 6 om δε |
HKAGIBC | |
| Eus | επελεξαμεν Jos] επιλεξαμην (sic) Eusi εξελεξαμην Eusº επελεξαμεθα | TZ Jos Eus | |
| (απελ. BT om Z) Ar codd 7 απεσταλκαμεν Eus Josvid (πεπομφαμεν) | ||
| 10 οι ανδρ. ασφ. K om ασφ. GI 11 Ιωσηπος ιεζεκιας B 12 Ματθιας | ||
| ΚΑ | Σεχλεμιας Bvid 13 Ιωσηπος B* vid | Βασαιασ T Βασβιας Z | ||
| 14 Αζραιος B | post Χαβριας nomen excidit for Χελκιας (Epiphan. De | ||
| mens. et pond. 9 vers. Syr.) Wend. 15 Σαβατταιος I 16 Σιμων | ||
| Ιωσηφος HKA 17, 18 om Σedek.—Θεοδοσιος I om Σεδεκ.—Ιησους Αtxt | ||
| ins Amg om Ισαχος—Νατθαιος C 17 Ιεισιας GZ | Ματθαιος HKA | ||
| 18 Ιωναθαν B 19 Δανιλ TZ om C 20 Βαναιας BCTZ | Θαδδαιος Z | ||
| 22 δωδεκατος C 24 επιβολην AGICT* (-βουλ. T1) | υπο] υπερ codd | ||
§Ὡς δὲ ἐπηγγειλάμην καὶ τὰ τῶν κατασκευασμάτων διασαφῆσαι, |
§Jos | |
| ποιήσω. πολυτεχνίᾳ γὰρ διαφέροντα συνετελέσθη, τοῦ βασθκέως | ||
| πολλὴν ἐπίδοσιν ποιουμένου καὶ παῤ ἕκαστον ἐπιθεωροῦντος τοὺς | ||
| τεχωίτας. διὸ παριδεῖν οὐδὲν ἡδύναντο οὐδὲ εἰκῇ συντελέσαι. | ||
| 5 | πρῶτον δέ σοι τὰ περὶ τῆς τραπέζης ἐξηγήσομαι. Προεθυ- | 52 |
| μεῖτο μὲν οὖν ὁ βασιλεὺς ὐπέροπλόν τι ποιῆσαι τοῖς μέτροις τὸ | ||
| κατασκεύασμα. προσέταξε δὲ πυθέσθαι τῶν ἀνὰ τὸν τόπον, πηλίκη | ||
| τίς ἐστιν ἡ προοῦσα καὶ κειμένη κατά τὸ ἑερὸν ἐν Ἱεροσολύμοις. | ||
| ὡς δὲ ἀπεφήναντο τὰ μέτρα, προσεπηρώτησεν, εἰ κατασκευάσει | 53 | |
| 10 | μείζονα. τινὲς μὲν οὖν καὶ τῶ ἱερέων καὶ τῶν ἄλλων ἔλεγον μηδέν | |
| ἐπικωλύειν. ὁ δέ εἶπε βούλεσθαι καὶ πεωταπλῆν τοῖς μεγέθεσι | ||
| ποιῆσαι, διστάζειν δὲ μήποτε ἄχρηστος γένηται πρὸς τὰς λειτουρ- | ||
γίας. οὐ γὰρ αἱρεῖσθαι τὸ
κεῖσθαι μόνον ἐν τῷ τόπῳ τὰ
παῤ |
54 | |
| αὐτοῦ, πολὺ δὲ μᾶλλον χάριν ἕξειν, ἐὰν τὰς καθηκούσας λειτουργίας | ||
| 15 | ἐπὶ τῶν ὑπ᾿ αὐτοῦ κατεσκευασμένων οἷς καθῆκε ποιῶνται δεόντως. | |
| οὐ γὒρ ἕνεκεν σπάνεως χρυσοῦ τὰ προσυντετελεσμένα βραχύμετρα | 55 | |
| καθέστηκεν, ἀλλὰ φαίνεται πρός τινα λόγον, εἶπεν, οὕτως συνεστη- | ||
| κέναι τοῖς μέτροις. ἔτι γὰρ ἐπιταγῆς οὔσης οὐθὲν ἂν ἐσπάνιζε· | ||
| διόπερ οὐ παραβατέον οὐδὲ ὑπερθετέον τὰ καλῶς ἔχοντα. τῇ μὲν | 56 | |
| 20 | οὖν ποικιλίᾳ τῶν τεχνῶν ἐκέλευσεν ὅτι μάλιστα χρήσασθαι, σεμνῶς | |
| ἅπαντα διανοούμενος καὶ φύσιν ἔχων ἀγαθὴν εἰς τὸ συνιδεῖν πραγ- | ||
| μάτων ἔμφασιν. ὅσα δ᾿ ἂν ᾖ ἄγραφα, πρὸς καλλονὴν ἐκέλευσε | ||
| ποιεῖν· ὅσα δὲ διὰ γραπτῶν, μέτρα αὐτοῖς κατακολουθῆσαι. | ||
γὰρ
, δὲ
|
57 | |
| 25 | συνετέλουν,
στερεὰν πάντοθεν τὴν ποίησιν ἐργα- |
|
| 24 Ex 2522 ff | ||
1 των] pr κατα GIC | επισκευασματων B σκευασμ. B 2 om ποιησω |
HKAGIB | |
| BU 3 επιθεωρουντας CTZ 4 ουδεν] ουδε B 6 om ουν C 7 om | CTZ Jos | |
| δε Z 11 κωλυειν BCTZ Jos | βουλεσθαι—δε 12 om BCTZ 12 μηποτε] | ||
| μητε GI 13 τα ins Schmidt 14 καταθηκουσας GI 16 ενεκα | ||
| B | προσσυν. A* (προσυν. Acorr) προτετ. B (συν suprascr pr man) 18 ετι γαρ | ||
| επιταγης bene conj Mend. cf § 103] οιδα γαρ ως δαψιλους της υλης αυτοις | ||
| B ετι γαρ επι τα (τας CT*Z) της codd cett | αν om H supra lin Z 22 εγγραφα | ||
| K 24 πηχεων] pr και ημισους Jos qui et post μηκος add (ex LXX. | ||
| vid) ενος δε το ευρος | ||
| σάμενοι, λέγω δὲ οὐ περί τι περιεπτυγμένου τοῦ χρυσοῦ, τὸν δὲ | ||
ἐλασμὸν αὐτὸν ἐπιδεδέσθαι.
δὲ ἐποίησαν |
58 | |
·
τὰ δὲ ,
τὴ ἀναγλυφὴν ἔχοντα σχοινί-
|
||
| δων ἔκτυπον, τῇ τορείᾳ θαυμαστῶς ἔχουσαν ἐκ τῶν τριῶν μερῶν˙ | ||
| 5 | ἦν γὰρ τριγωνία. καὶ καθ᾿ ἕκαστον μέρος ἡ διατύπωσις τῆς ἐωεργείας | 59 |
| τὴν αὐτὴν διάθεσιν εἶχεν, ὥστε, καθ᾿ ὃ ἂν μέρος στρέφοιτο, τὴν | ||
| πρόσοψιν εἶναι τὴν αὐτήν, κειμένου δὲ κατὰ τῆς στεφάνης τὸ μὲν | ||
| εἰς αὐτὴν τὴν τράπεζαν ¶ ἀπόκλιμα τὴν διατύπωσιν ἔχειν τῆς ὡραιό- | ¶ H | |
| τητος, τὸ δὲ ἐκτὸς κλίμα πρὸς τὴν τοῦ προσάγοντος εἶναι θεωρίαν. | ||
| 10 | διὸ τὴν ὑπεροχὴν ὀξεῖαν εἶναι τῶν δύο κλιμάτων συνέβαινε, μετέωρον | 60 |
| ἐπικειμένη, ὡς προειρήκαμεν, τριγώνου κατεσκευασμένου, καθ᾿ ὃ ἂν | ||
| μέρος στρέφοιτο. λίθων τε πολυτελῶν ἐν αὐτῷ διαθέσεις ὑπῆρχον | ||
| ἀνὰ μέσον τῶν σχοινίδων· ἕτερος παρὰ ἕτερον πλοκὴν εἶχον ἀμί- | ||
| μητον τῇ ποιήσει. πάντες δ᾿ ἦσαν διὰ τρημάτων κατειλημμένοι | 61 | |
| 15 | χρυσαῖς περόναις πρὸς τὴν ἀσφάλειαν. ἐπὶ δὲ τῶν γωνιῶν αἱ | |
| κατακλεῖδες συνέσφιγγον πρὸς τὴν συνοχήν. ἐκ πλαγ͗ων δὲ κατὰ | 62 | |
| τὴν στεφάνην κυκλόθεν τὰ πρὸς τὴν ἄνω πρόσπψιν ᾠοθεσία κατε- | ||
| σκεύαστο διάλιθος, † ἐκτύπωσιν ἔχουσα προσοχῆς † συνεχέσιν ἀνα- | ||
| γλυφαῖς ῥαβδωταῖς, πυκνὴν ἐχούσαις τὴν πρὸς ἄλληλα θέσιν περὶ | ||
| 20 | ὅλην τὴν τράπεζαν. ὑπὸ τὴν ἐκτύπωσιν τῶν λίθων τῆς | 63 |
| ᾠοθεσίας, στέφανον ἐποίησαν οἱ τεχωῖται πάγκαρπον, ἐν ὑπεροχῇ | ||
| προδήλως ἔχοντα βοτρύων καὶ σταχύων, ἔτι δὲ φοινίκων καὶ μήλων | ||
| ἐλαίας τε καὶ ῥοῶν καὶ τῶν παραπλησίων. τοὺς δὲ λίθους ἐργασά- | ||
| μενοι πρὸς τὴν τῶν προειρημένων καρπῶν διατύπωσιν, ἔχοντας | ||
1 χρυσου] ad hoc Acorr in mg add ου κατα τι μερος της τραπεζης |
HKAGIB | |
| συνεσταλμενου του χρυσου και ουχ ορωμενου· αλλα δια παντων | CTZ Jos | |
| επιλαμποντος· και κατα τας σωματικας διαστασεις τηοι | ||
| κατα βαθος και κατα μηκος και κατα πλατος ομοιως εχοντος· στερεα | ||
| γαρ ην δι ολου του σχηματος. το δε ειδος ως φησιν Θεοδωριτος (-ρητ. L) | ||
| τριγωνος κατα λογον αναγωγης υψηλοτερας και θειοτερας. Haec verba | ||
| L textui inseruit 3, 4 σχοινιδῶν GIBT* ?] σχοινιδον HKAC -ηδον | ||
| T1 ?Z (σχοινοειδη Jos) 4 εκτυπον T1 ? εκτοπον cett 5 τριγωνα | ||
| Wend. (cf Jos) 7 κειμενου δε κατα] κειμενης δε και B 11 κειμενην | ||
| BCTZ 12 εν αυτω] εν εαυτω GICZ εαυτω T 13 σχοινιδῶν (-ηδ. Z) codd | ||
| 16 κατακλειδαι C | συνεσφιγγον KA] + δε cett 18 εκτυπωσιν B] | ||
| εκτυπων (εκ τυπων GI) cett | Fort legendum προοχης (conj Schmidt) | | ||
| συνοχεσιν GIBC 19 εχουσας CZ 22 δε] + και A | ||
| ἑκάστου γένους τὴν χρόαν, ἀνέδησαν τῷ χρυσίῳ κύκλῳ περὶ ὅλην | ||
| τὴμ τῆς τραπέζης κατασκευὴν κατὰ κρόταφον. μετὰ δὲ τὴ τοῦ | 64 | |
| στεφάνου διάθεσιν, ὁμοίως κατά τὴν τῆς ᾠοθεσίας διασκευὴν κατε- | ||
σκεύαστο, καὶ τὰ λοιπὰ τῆς
ῥαβδώσεως καὶ διαγλυφῆς διὰ
τὸ |
||
| 5 | κατ᾿ ἀμφότερα τὰ μέρη τὴν τράπεζαν πρὸς τὴν χρῆσιν πεποιῆσθαι, | |
| καθ᾿ ὃ ἂν μέρος αἴρωνται, ὥστε καὶ τὴν τῶν κυμάτων θέσιν καὶ τὴν | ||
| τῆς στεφάνης εἶναι κατὰ τὸ τῶν ποδῶν μέρος. ἔλασμα γὰρ ἐποίη- | 65 | |
| σαν καθ᾿ ὅλου τοῦ πλάτους τῆς τραπέζης στερεὸν δακτύλων τεσσάρων, | ||
ὥστε τοὺς πόδας ἐνίεσθαι εἰς
τοῦτο, περόνας σὺν
κατακλεῖσιν
|
||
| 10 | ἔχοντασ ἐσφίγχθαι κατὰ τὴν στεφάνην, ἵνα, καθ᾿ ὃ ἂν αἴρωνται | |
| μέρος, ἡ χρῆσις ᾖ· τοῦτο δὲ κατὰ ἐπιφάνειαν θεωρεῖται ἀμφοτε- | ||
| ροδεξίου τῆς κατασκευῆς οὔσης. ἐπ᾿ αὐτῆς δὲ τῆς τραπέζης | 66 | |
| μαίανδρον ἔκτυπον ἐποίησαν, ἐν ὑπεροχῇ λίθους ἔχοντα κατὰ μέσον | ||
πολυτελεῖς τῶν πολυειδῶν ,
ἀνθράκων τε καὶ σμαράγδων, ἔτι δὲ
|
||
| 15 | ὄνυχος καὶ τῶν ἄλλων γενῶν τῶν διαφερόντων ἐν ὡραιότητι. | |
| μετὰ δὲ τὴν τοῦ μαιάνδρου διάθεσιν ἐπέκειτο σχιστὴ πλοκή, | 67 | |
| θαυμασίως ἔχουσα, ῥομβωτὴν ἀποτελοῦσα τὴν ἀνὰ μέσον θεωρίαν· | ||
| ἐφ᾿ ᾗ κρυστάλλου λίθος καὶ τὸ λεγόμενον ἤλεκτρον ἐντετύπωτο, | ||
| ἀμίμητον θεωρίαν ἀποτελοῦν τοῖς θεωροῦσι τοὺς δὲ πόδας ἐποίησαν | 68 | |
| 20 | τὰς κεφαλίδας ἔχοντας κρινωτάς, ἀνάκλασιν κρύνων ὑπὸ τὴν τράπεζαν | |
| λαμβανόντων, τὰ δὲ τῆς ἐντὸς προσόψεως ὀρθὴν ἔχοντα τὴν πετά- | ||
| λωσιν. ἡ δὲ ἐπ᾿ ἐδάφους ἔρεισις τοῦ ποδὸς ἄνθρακος λίθου πάν- | 69 | |
| τοθεν παλιστιαία, κρηπῖδος ἔχουσα τάξιν κατὰ τὴν πρόσοψιν, ὀκτὼ | ||
| δὲ δακτύλων τὸ πλάτος ἔχουσα· ἐφ᾿ ὃν ἐπίκειται τὸ πᾶν ἔλασμα | ||
| 25 | τοῦ ποδός. κατεσκεύασαν δὲ ἐκφύοντα κισσὸν ἀκάνθῳ πλεκόμενον | 70 |
| ἐκ τοῦ λίθου, σὺν ἀμπέλῳ περιειλούμενον κυκλόθεν τῷ ποδὶ σὺν | ||
1, 2
ολην την] ολην T την ολην C
3 κατα] pr |
KAGIBC | |
| διασκευην] κατασκευην KBCTZ + η codd omn 4 δια το] και codd ωστε | TZ Jos | |
| Wend. et om in lin 6 5 προς την χρ. την τρ. I 6 ωστε—θεσιν om | ||
| BT | θεσιν ] + πεποιησθαι καθ ο αν μερος CZ 8 στερεων T 9 περονας | ||
| 14 πολυειδων ex Jos (λιθους . . . αξιολογους ωσπερ αστερας ποικιλης ) | ||
| ιδεας) conj Lumbroso] πθλιαδων codd 16 σχιστη] κτιστη B | ||
| 18 om ηλεκτρον C |εντετυπωτο Jos B1] ενετυπ. KAGIB* ενετετυπ. | ||
| Z ετετυπωτο C 21 ορθην] αρκουντως T 23 παλαισταιου BCTZ | ||
| 24 ον] ων C 25 κατεσκευασαν corr Wend. -σεν GIC -σε cett | ακανθη BT | ||
| 26 περιειλημενον G | ||
| τοῖς βότρυσιν, οἳ λιθουργεῖς ἦσαν, μέχρι τῆς κεφαλῆς. ἡ δ᾿ | ||
| αὐτὴ διάθεσις ἦν τῶν τεσσάρων [ποδῶν, πάντα ἐνεργῶς πεποιη- | ||
| μένα καὶ προσηγμένα, τῆς ἐμπειρίας καὶ τέχνης τὰς ὑπεροχὰς | ||
| ἀπαραλλάκτως ἔχοντα πρὸς τὴν ἀλήθειαν, ὥστε καὶ ῥιπίζοντος τοῦ | ||
| 5 | κατὰ τὸν ἀέρα πνεύματος κίνησιν ἐπιδέχεσθαι τὴν τῶν φύλλων | |
| θέσιν, πρὸς τὴν τῆς ἀληθείας διάθεσιν τετυπωμένων ἁπάντων. | ||
| ἐποίησαν δὲ τριμερὲς τὸ στόμα τῆς τραπέζης, οἱονεὶ τρίπτυχον, | 71 | |
| πελεκίνοις συναρμοζόμενα γομφωτοῖς πρὸς ἑαυτὰ κατὰ τὸ πάχος τῆς | ||
| κατασκευῆς, ἀθέατον καὶ ἀνεύρετον τὴν τῶν ἁρμῶν κατασκευάσαντες | ||
| 10 | συμβολήν. ἡμιπηχίου δὲ οὐκ ἐλάσσονος ἦν τὸ πάχος τῆς ὅλης | |
| τραπέζης, ὥστε πολλῶν εἶναι ταλάντων τὴν ὅλην διασκευήν. ἐπεὶ | 72 | |
| γὰρ οὐ προῄρητο τοῖς μεγέθεσιν οὐδὲν προσθεῖναι ὁ βασιλεύς, ὅσον | ||
| ἔδει δαπανηθῆναι κατασκευαζομένων μειζόνων, ταῦτα ἀποδέδωκε | ||
| πλείονα· καὶ κατὰ τὴν προαίρεσιν αὐτοῦ πάντα ἐπετελέσθη | ||
| 15 | θαυμασίως καὶ ἀξιολόγως ἔχοντα, καὶ ταῖς τέχναις ἀμίμητα, καὶ τῇ | |
καλλονῇ διαπρεπῆ.
Τῶν δὲ κρατήρων δύο μὲν ἦσαν χρυσ
οῖ |
73 | |
| τῇ¶ κατασκευῇ, φολιδωτὴν ἔχοντες ἀπὸ τῆς βάσεως μέχρι τοῦ μέσου | ¶ C | |
| τὴν διασκευὴν τῇ τορείᾳ, καὶ τὴν τῶν λίθων ἀνὰ μέσον τῶν φολίδων | ||
| σύνδεσιν πολυτέχνως ἔχοντες. εἶτα μαίανδρος ἐπέκειτο πηχυαῖος | 74 | |
| 20 | ὕψει, τὴν δ᾿ ἐκτύπωσιν ἐνυπῆρχε διὰ λιθώσεως ποικίλης, ἐμφαίνων | |
| σὺν ὡραιότητι τὸ τῆς τέχνης φιλόπονον. ἐπὶ δὲ τούτου ῥάβδωσις, | ||
| ἐφ᾿ ᾗ διαπλοκὴ ῥόμβων, δικτυωτὴν ἔχουσα τὴν πρόσοψιν ἕως ἐπὶ τὸ | ||
| στόμα. τὸ δ᾿ ἀνὰ μέσον ἀσπιδίσκοι λίθων ἑτέρων παῤ ἑτέροις, τοῖς | 75 | |
| γένεσι παραλλαγὴν ἐχόντων, τετραδακτύλων οὐκ ἔλαττον, ἀνεπλή- | ||
| 25 | ρουν τὸ τῆς καλλονῆς ἐναργές. ἐπὶ δὲ τῆς στεφάνης τοῦ στόματος | |
| κρίνων τύπωσις σὺν ἀνθεμίσι καὶ βοτρύων σχοινιαὶ διάπλοκοι | ||
| διετυποῦντο κυκλόθεν. οἱ μὲν οὖν διὰ τοῦ χρυσοῦ τοιαύτην εἶχον | 76 | |
| τὴν κατασκευήν, χωροῦντες ὑπὲρ δύο μετρητάς· οἱ δ᾿ ἀργυροῖ λείαν | ||
1 οι] ο GI 2 εναργως BZ 3 προηγμενα Wend. 7 στομα] |
KAGIBC | |
| σχημα Jos 8 συναρμοζομενον KA 9 αθετον codd txt ex Jos (αορατον) | TZ Jos | |
| 10 ημιπηχοαιου B | ην KB] η cett 12 προειρητο GCTZ | οσων CTZ 13 om | ||
| μειζνονων C | απεδωκε Wend. cf autem § 173 14 απετελεσθη BCT | ||
| 15 την τεχνην C 16 χρυσοι (om codd) ex Jos (χρυσεοι) supplevi | ||
| 17, 18 απο της βασ.—τορεια και om BTZ 18 πορεια G 19 συνθεσιν | ||
| GI 25 ? ενεργες 26 σχοινιω codd txt ex Jos conj Schmidt 28 λιαν | ||
| GIZT* fort | ||
| εἶχον τὴν διασκευήν, ἔνοπτρον δὴ γεγονυῖαν πρὸς αὐτὸ τοῦτο θαυμα- | ||
| σίως ἔχουσαν, ὥστε πᾶν τὸ προσαχθὲν ἀπαυγάζεσθαι σαφέστερον | ||
| μᾶλλον ἢ ἐν τοῖς κατόπτροις. οὐκ ἐφικτὸν δ᾿ ἐστὶν ἐξηγήσασθαι | 77 | |
| τὰ προσυντελεσθέντα πρὸς τὴν τῆς ἀληθείας ἔμφασιν. ὡς γὰρ | ||
| 5 | ἐπετελέσθη, τεθέντων τῶν κατασκευασμάτων ἑτέρου παῤ ἕτερον— | |
| λέγω δὲ πρῶτον ἀργυροῦ κρατῆρος, εἶτα χρυσοῦ, πάλιν ἀργυροῦ καὶ | ||
| χρυσοῦ—παντελῶς ἀνεξήγητος ἐγένετο τῆς προσόψεως ἡ διάθεσις, | ||
| καὶ τῶν πρὸς τὴν θεωρίαν προσιόντων οὐ δυναμένων ἀφίστασθαι διὰ | ||
| τὴν περιαύγειαν καὶ τὸ τῆς ὄψεως τερπονόν. ποικίλη γὰρ ἦν ἡ τῆς | 78 | |
| 10 | ἐπιφανείας ἐνέργεια. προσορώντων γὰρ πρὸς αὐτὴν τὴν τοῦ χρυσίου | |
| κατασκευήν, ψυχαγωγία τις ἦν μετὰ θαυμασμοῦ, συνεχῶς ἐφ᾿ ἕκαστον | ||
| ἐπιβαλλούσης τῆς διανοίας τεχνίτευμα. καὶ πάλιν ὅτε πρὸς τὴν | ||
| τῶν ἀργυρῶν προσβλέψαι τις θέσιν ἤθελεν, ἀπέλαμπε τὰ πάντα | ||
| κυκλόθεν, ὡς ἄν τις ἕστηκε, καὶ διάχυσιν ἐποίει μείζονα τοῖς θεω- | ||
| 15 | μένοις· ὥστε παντελῶς ἀνεξήγητον εἶναι τῶν ἐνηργημένων τὴν | |
| πολυτεχνίαν. Τὰς δὲ χρυσᾶς φιάλας διετόρευσαν στεφάνοις | 79 | |
| ἀμπέλου κατὰ μέσον, περὶ δὲ τὰ χείλη κισσοῦ τε καὶ μυρσίνης ἔτι | ||
| δ᾿ ἐλαίας ἀνέπλεξαν στέφανον ἔκτυπον, πολυτελεῖς ἐνέντες λίθους· | ||
| καὶ τὰς λοιπὰς δὲ τορείας διηλλαγμένως ἐπετέλεσαν, ἅπαντα φιλοτι- | ||
| 20 | μηθέντες εἰς ὑπεροχὴν δόξης τοῦ βασιλέως ποιῆσαι. καθόλου γὰρ | 80 |
| οὔτ᾿ ἐν τοῖς βασιλικοῖς ὑπῆρχε ῥισκοφυλακίοις τοιαύτη κατασκευὴ | ||
| τῇ πολυτελείᾳ καὶ τεχνουργίᾳ, οὔτ᾿ ἔν τινι ἄλλῳ. πρόνοιαν γὰρ οὐ | ||
| μικρὰν ἐποιεῖτο ὁ βασιλεύς, φιλοδοξῶν εἰς τὰ καλῶς ἔχοντα. | ||
| πολλάκις γὰρ τὸν δημόσιον χρηματισμὸν παρίει, τοῖς δὲ τεχνίταις | 81 | |
| 25 | παρήδρευεν ἐπιμελῶς, ἵνα καθηκόντως τῷ τόπῳ συντελέσωσιν, εἰς | |
| ὃν ἀπεστέλλετο τὰ τῶν ἔργων.¶ διὸ πὰντα σεμνῶς ἐγεγόνει, καὶ | ¶ Jos | |
| καταξίως τοῦ τε ἀποστέλλοντος βασιλέως καὶ τοῦ προστατοῦντος | ||
| ἀρχιερέως τοῦ τόπου. καὶ γὰρ τὸ τῶν λίθων πλῆθος ἄφθονον, καὶ | 82 | |
1 δη] δε TZ om BC 2 προσαχεν GI προσταχθεν Z 4 προσσυντ. B |
KAGIBTZ | |
| 4, 5 προς την—τεθεντων om Ttxt (insmg) Z 6 προτερον Z | Jos | |
| 13 προσβλεψεται T επιβλεψεται B 13, 14 θεσιν—ως αν τις om BTZ | ||
| 14 εστηκη Wend. 18 ενιεντες BTZ 19 τορειας KAcorr] πορειας cett | | ||
| διηλλαγμενας Β 22 και τεχν.] της τεχνοργιας B 23 εποιει KAGI | ||
| 24 παριει TZ] παρηει cett 25 επιτελεσωσιν Β* | ||
| μεγάλοι τοῖς μεγέθεσιν, οὐκ ἔλαττον πεντακισχιλίων· καὶ ταῖς τέχωαις | ||
| κρατιστεύοντα πάντα, ὧστε πενταπλασίως τοῦ χρυσοῦ τιμιωτέραν | ||
| εἶναι τὴν τῶν λίθων δόσιν καὶ τὴν τῶν τεχνῶν ἐνέργειαν. | ||
| Ὑπολαμβάνων οὖν καὶ τούτων τὴν ἀναγραφὴν ἀναγκαίαν εἶναι, | 83 | |
| 5 | δεδήλωκά σοι. τὰ δ᾿ ἑξῆς περιέχει τὴν πρὸς τὸν Ἐλεάζαρον ὁδὸν | |
| ἡμῖν γενομένην· τὴν δὲ θέσιν τῆς ὅλης χώρας πρῶτον δηλώσω. | ||
| Ὡς γὰρ παρεγενήθημεν ἐπὶ τοὺς τόπους, ἐθεωροῦμεν τὴν πόλιν μέσην | ||
| κειμένην τῆς ὅλης Ἰουδαίων ἐπ᾿ ὄρους ὑψηλὴν ἔχοντος τὴν ἀνάτασιν. | ||
| ἐπὶ δὲ τῆς κορυφῆς κατεσκεύαστο τὸ ἱερὸν ἐκπρεπῶς ἔχον· καὶ οἱ | 84 | |
| 10 | περίβολοι τρεῖς, ὑπέρ ἑβδομήκοντα δὲ πήχεις τῷ μεγέθει, καὶ τὸ | |
| πλάτος ἀκόλουθον καὶ τὸ μῆκος τῆς κατὰ τὸν οἶκον διασκευῆς | ||
| ὑπῆρχε, μεγαλομοιρίᾳ καὶ χορηγίᾳ κατὰ πάντα ὑπερβαλλούσῃ | ||
| διῳκοδομημένων ἁπάντων. καὶ τοῦ θυρώματος δὲ καὶ τῶν περὶ αὐτὸ | 85 | |
| συνδέσμων κατὰ τὰς φλιὰς καὶ τῆς τῶν ὑπερθύρων ἀσφαλείας | ||
| 15 | ἔκδηλος ἦν ἡ τῶν χρημάτων γεγονυῖα ἀφειδὴς δαπάνη. τοῦ τε | 86 |
| καταπετάσματος ἡ διατύπωσις θυρώσει κατὰ πᾶν ὁμοιοτάτη ὑπῆρχε· | ||
| καὶ μάλιστα διὰ τὴν τοῦ πνεύματος ὑποδρομὴν ἀδιάλειπτον κίνησιν | ||
| λαμβανούσης τῆς διφῆς, διὰ τὸ ἀπ᾿ ἐδάφους γινομένης τῆς ὑποδρο- | ||
μῆς κατατείνειν
τὴν κόλπωσιν μέχρι τῆς ἄνω διατάσεως, ἡδεῖάν |
||
| 20 | τινα καὶ δυσαπάλλακτον τὴν θεωρίαν ἔχοντος τοῦ πράγματος. | |
Ἥ τε τοῦ θυσιαστηρίου
κατασκευὴ
συμμέτρως ἔχουσαν
πρὸς τὸν |
87 | |
| τόπον καὶ τὰ θύματα διὰ τοῦ πυρὸς ἐξαναλούμενα τὴν διοικοδομὴν | ||
| εἶχε, τῆς δ᾿ ἀναβάσεως τῆς πρὸς αὐτό, πρὸς τὴν εὐκοσμίαν ἔχοντος | ||
| τοῦ τόπου καθηκόντως τὸ κλίμα τῶν λειτουργούντων ἱερέων κεκα- | ||
| 1 μεγαλοις GI | ελαττον] + των KA 5 ημιν οδον B 6 δηλωσον GIZ -σαι K | KAGIBTZ | |
|
7 επι του τοπου BT¹ επι του και τοπους GI et sic cett sed cum lacuna |
||
post του et ς̀ (+ τους LD) τοπους. Txt ex papyris confirmatur |
||
| 8 Ιουδαιων KAGI] Ιουδαιας cett | ψιλην K | αναστασιν GI 9 ευπρεπως BT | ||
| 12 υπερβαλλ. B] υπερβαλουση Acorr περιβαλουση cett 13 και 1º] κακ | ||
| conj Schmidt 16 θυρωσι GI -σιν Z 17 αδιαληπτον KGIZ 18 απ] επ B | | ||
| γενμ. BTZ 19 κατα codd κατατεινειν conj Schmidt 20 εχειν ex εχοντος T* vid | ||
| 21 om κατασκευη T* (ins T¹) Z | συμμετρον εχουσα codd txt ex corr Mend. | ||
| 24 λειτουργουντων corr Mend.] λειτουργων (-γιων BT) των codd | ||
λυμμένων μέχρι τῶν σφυρῶν
.
§ Ὁ δὲ οἶκος βλέ-
|
88 § Eus | |
| πει πρὸς ἔω, τὰ δ᾿ ὀπίσθια αὐτοῦ πρὸς ἑσπέραν· τὸ δὲ πᾶν ἔδαφος | ||
| λιθόστρωτον καθέστηκε καὶ κλίματα πρὸς τοὺς κατήκοντας τόπους | ||
| ἔχει τῆς τῶν ὑδάτων ἐπιφορᾶς ἕνεκεν, ἣ γίνεται διὰ τὴν σμῆξιν τῶν | ||
| 5 | ἀπὸ τῶν θυσιῶν αἱμάτων. πολλαὶ γὰρ μυριάδεσ κτηνῶν προσά- | |
| γονται κατὰ τὰς τῶν ἑορτῶν ἡμέρας. ὕδατος δέ ἀνέκλειπτός ἐστι | 89 | |
| σύστασις, ὡς ἂν καὶ πηγῆς ἔσωθεν πολυρρύτου φυσικῶς ἐπιρρεούσης, | ||
| ἔτι δὲ θαυμασίων καὶ ἀδιήγητων ὐποδοχείων ὑπαρχόντων ὑπὸ γῆν, | ||
| καθὼς ἀπέφαινον πέντε σταδίων κυκλόθεν τῆς κατὰ τὸ ἱερὸν κατα- | ||
| 10 | βολῆς καὶ ἑκάστου τούτων σύριγγας ἀναρίθμους, καθ᾿ ἕκαστον | |
| μέρος ἑαυτὰ συναπτόντων τῶν ῥευμάτων· καὶ πάντα ταῦτα μεμο- | 90 | |
| λιβῶσθαι κατ᾿ ἐδάφους καὶ τοῦ τοίχου· ἐπὶ δὲ τούτων κεχύσθαι | ||
| πολύ τι πλῆθος κονιάσεως, ἐνεργῶς γεγενημένων ἁπάντων·¶ εἶναι | ¶ Eus | |
| δὲ πυκνὰ τὰ στόματα πρὸς τὴν βάσιν, ἀοράτων ἔχοντα τοῖς πᾶσι | ||
| 15 | πλὴν αὐτοῖς οἷς ἐστιν ἡ λειτουργία, ὡς ῥοπῇ καὶ νεύματι πάντα | |
| καθαρίζεσθαι τὰ συναγόμενα παμπληθῆ τῶν θυμάτων αἵματα. | ||
| πεπεισμένος δὲ καὶ αὐτὸς τὴν τῶν ὑποδοχείων κατασκεὴν δηλώσω | 91 | |
| καθὼς ἐπιστώθην. προήγαγον γὰρ πλέον σταδίων τεσσάρων ἐκ τῆς | ||
| πόλεως, καὶ πρός τινα τόπον ἐκέλευσαν κατακύψαντα συνακοῦσαι | ||
| 20 | τοῦ γινομένου ψόφου τῆς ἀπαντήσεως τῶν ὑδάτων· ὥστε συμφανές | |
| μοι γεγονέναι τὸ μέγεθος τῶν ἀγγείων, καθὼς δεδήλωται. | ||
| Τῶν δὲ ἱερέων ἡ λειτουργία κατὰ πᾶν ἀνυπέρβλτός ἐστι τῇ ῥώμῃ | 92 | |
| καὶ τῇ τῆς εὐκοσμίας καὶ σιγῆς διαθέσει. πάντεσ γὰρ αὐτοκελεύ- | ||
| στως διαπονοῦσι πολλῆς γινομένης κακοπαθείας, καὶ ἑκάστῳ τὸ | ||
| 25 | διατεταγμένον μέλει. καὶ ἀδιαλείπτως ὑπηρετοῦσιν, οἱ μὲν τὴν | |
| ξυλείαν, οἱ δὲ ἔλαιον, οἱ δὲ σεμίδαλιν, οἱ δὲ τὰ τῶν ἀρωμάτων, ἕτεροι | ||
| 1 Ex 3635 (cf 2839) | ||
| 1 αποβλεπει Eus 2 ηω Eus 4 επιφορας] επιρροης Eus 6 ανεπιληπτος | KAGIBTZ | |
| B txt Eus (-λιπ.º) KT ανεκληπτος cett 9 επεφαινον Eus 10 εκαστου] εκ | Eus | |
| Eus 11 εαυτας Ar codd Eusio (-ταις Eusal txt Schmidt | ταυτα παντα Eus | | ||
| μεμολιβουσθαι Ar codd txt Eusio B1 12 τους τοιχους Eusº (των -ων Eusi) | | ||
| πολυ τι πλην. κεχ. K 13 om τι Eus | κονιας εως Ar codd Eusº | ενεργων Z | ||
| 15 ριπη Tcorr | ρευματι B 16 παμπληθει KABcorr 17 πεπεισμενοις | ||
| (-νως A) et αυτοις codd corr Schmidt 19 εκελευσαν B] εκελευσε | ||
| (-σεν GI) cett 25 μελλει GIBTZ 26 ετερος G | ||
| τὰ τῆς σαρκὸς ὁλοκαυτοῦντεσ, ἰσχύι διαφερόντως συγχρώμενοι· | ||
| διαλαβόντες γὰρ ἀμφοτέραις τῶν μόσχων τὰ σκέλη, πλεῖον ὄντα | 93 | |
| ταλάντων δύο σχεδὸν ἑκάστου, ἀναρρίπτουσιν ἑκατέραις θαυμασίως | ||
| ὕψος ἱκανὸν καὶ οὐχ ἁμαρτάνουσι τῆς ἐπιθέσεως. ὁμοίως δὲ καὶ τὰ | ||
| 5 | τῶν προβάτων ἔτι δ᾿ αἰγῶν τοῖς βάρεσι καὶ πιμελῇ θαυμασίως ἔχει. | |
| κατὰ πᾶν γὰρ ἐκλεγομένων οἷς ἐπιμελές ἐστιν ἀμώμητα καὶ τῇ | ||
| παχύτητι διαφέροντα, τὸ προειρημένον ἐπιτελεῖται. πρὸς δὲ τὴν | 94 | |
| ἀνάπαυσιν τόπος αὐτοῖς ἐστὶν ἀποτεταγμένος, οὗ καθίζουσιν οἱ | ||
| διαναπαυόμενοι. τούτου δὲ γινομένου, τῶν διαλελοιπότων ἐγείρονται | ||
| 10 | πρόθυμοι, οὐδενὸς ἐπιτάσσοντος τὰ τῆς λειτουργίας. ἥ τε πᾶσα | 95 |
| σιγὴ καθέστηκεν, ὥστε ὑπολαμβάνειν, μηθ᾿ ἕνα ἄνθρωπον ἐν τῷ | ||
| τόπῳ παρεῖναι, πρὸς τοὺς ἑπτακοσίους παρόντων τῶν λειτουργῶν— | ||
| καὶ τῶν προσαγόντων δὲ τὰ θύματα πολύ τι πλῆθος—ἀλλὰ φόβῳ | ||
| καὶ καταξίως μεγάλης θειότητος ἅπαντ᾿ ἐπιτελεῖται. Μεγύλην | 96 | |
| 15 | δὲ ἔκπληξιν ἡμῖν παρέσχεν, ὡς ἐθεασάμεθα τὸν Ἐλεάζαπρον ἐν τῇ | |
| λειτουργίᾳ τά τε το̰ στολισμοῦ καὶ τῆς δόξης, ἣ συνίσταται διὰ | ||
τὴν ἔνδυσιν σὗ φορεῖ
καὶ τῶν περὶ αὐτὸν λίθων·
|
||
γὰρ
περὶ τὸν
εἰσὶν αὐτοῦ, μέλους ἦχον ἀνιέντες
|
||
ἰδιάζοντα· παρ᾿
ἐκάτερον δὲ τούτων
πεποικιλμένοι
, |
||
| 20 |
τῇ χρόᾳ θαυμασίως ἔχοντες.
κατέζωστο δὲ διαφόρῳ
δια-
|
97 |
πρεπεῖ, διυφασμένῃ
καλλίστοις χρώμασιν.
δὲ
|
||
φορεῖ τὸ λεγόμενον ,
ἐν ᾧ συνεσφιγμένοι
, |
||
διαλλάσσοντες τοῖς γένεσι,
χρυσῷ κεκολλημένοι,
τῶν φυλὰρ-
|
||
χων
κατὰ τὴν ἐξ ἀρχῆς διάταξιν γενηθεῖσαν,
ἀπαυγά-
|
||
| 25 | ζοντεσ ἕκαστος ἀνεξήγητον τῆς ἰδιότητος τὴν φυσικὴν χρόαν. ἐπὶ | 98 |
δὲ τῆς κεφαλῆς ἔχει τὴν
λεγομένην
,
ἐπὶ δὲ ταύτης τὴν
|
||
ἀμίμητον
,
τὸ καθηγιασμένον βασίλειον
ἐπὶ
|
||
| 17 ff Ex 284,27-31 20 ib35 21 ff ib15-23 | ||
| 26 ff ib32 ff | ||
|
1 χρωμενοι A 2 πλειων BT 3 ταλ. δυο] ταλαντου B 4 υψος] |
KAGIBTZ | |
| pr εις BT | ετιθεσ.] επιθυμιας Z (-εσεως sup ras in T) 5 προβ.] πραγμα- | ||
| των Ztxt (προβ. Zmg) | βαρέσι codd 6 οις τι πιμελες εστιν B 8 om | ||
| αυτοις ΒΤ 11 ωστε υπολαμβανειν conj Schmidt] ως τυπον λαμβανειν | ||
| codd | εν] επι A 12 τας επτακοσιας Z 16 η] ης BTZ | συνιστατο KA | ||
| 19 τουτον K 21 διυφασμενοι K 27 εκτυπον GI (-πων Z) | ||
γράμμασιν ἁγίοις ὄνομα τοῦ θεοῦ, κατὰ μέσον
τῶν
|
||
| ὀφρύων, δόξῃ πεπληρωμένον, ὁ κριθεὶς ἄξιος τούτων ἐν ταῖς λει- | ||
| τουργίαις. ἡ δὲ συμφάνεια τούτων ἐμποιεῖ φόβον καὶ ταραχήν, | 99 | |
| ὥστε νομίζειν εἰς ἕτερον ἐληλυθέναι ἐκτὸς τοῦ κόσμου· καὶ διαβε- | ||
| 5 | βαιοῦμαι, πάντα ἄνθρωπον προσελθόντα τῇ θεωρίᾳ τῶν προειρη- | |
| μένων εἰς ἔκπληξιν ἥξειν καὶ θαυμασμὸν ἀδιήγητον, μετατραπέντα | ||
| τῇ διανοίᾳ διὰ τὴν περὶ ἕκαστον ἁγίαν κατασκευήν. Πρὸς | 100 | |
| γὰρ τὴν ἐπίγνωσιν ἁπάντῶν ἐπὶ τὴν παρακειμένην ἄκραν τῆς πόλεως | ||
| ἀναβάντες ἐθεωροῦμεν· ἣ κεῖται μὲν ἐν ὑψηλοτάτῳ τόπῳ, πύργοις | ||
| 10 | ἐξησφαλισμένη πλείοσι, μέχρι κορυφῆς εὐμήκεσι λίθοις ἀνῳκοδομη- | |
| μένων αὐτῶν, ὡς μεταλαμβάνομεν, πρὸς φυλακὴν τῶν περὶ τὸ ἱερὸν | ||
| τόπων· ἵνα, ἐὰν ἐπίθεσίς τις ἢ νεωτερισμὸς ἢ πολεμίων ἔφοδος | 101 | |
| γένηται, μηθεὶς δύνηται ὁδον εἰς τοὺς περιβόλους ποιήσασθαι τοὺς | ||
| περὶ τὸν οἶκον· ἐπικειμένων καὶ ὀξυβελῶν ἐπὶ τῶν πύργων τῆς | ||
| 15 | ἄκρας καὶ ὀργάνων ποικίλων, καὶ τοῦ τόπου κατὰ κορυφὴν ὄντος τῶν | |
| προειρημένων περιβόλων, ὡσανεὶ φυλασσομένων τῶν πύργων ὑπὸ | 102 | |
| τῶν πιστοτάτων ἀνδρῶν καῚ τῇ πατρίδι μεγάλας ἀποδείξεις δεδωκό- | ||
| τῶν· οἵτινες οὐκ εἶχον ἐξουσίαν ἐξιέωαι τῆν ἄκρας, εἰ μὴ ταῖς | ||
| ἑορταῖς, καὶ τοῦτο ἐκ μέρους, οὐδὲ εἰσοδεύειν εἴων οὐδένα. μετὰ | 103 | |
| 20 | ἀκριβείας δὲ πολλῆς εἶχον, εἰ καὶ τις ἐπιταγὴ γένοιτο διὰ τοῦ | |
| προκαθηγουμένου πρὸς θεωρίαν ¶ εἰςδέξασθαί τινας· οἷον καὶ καθ᾿ | ||
| ἠμᾶς ἐγεγόνει. μόλις γὰρ ἀνόπλους ὄντας ἡμᾶς δύο παρεδέξαντο | ||
| πρὸς τὸ κατανοῆσαι τὰ τῶν θυσιῶν. ἔλεγον δὲ καὶ δι ὅρκων πεπι- | 104 | |
| στῶσθαι τὸ τοιοῦτον· τοὺς γὰρ πάντας ὀμωμοκέναι, κατ᾿ ἀνάγκην | ||
| 25 |
επιτελουμενους
θείως τὸ κατὰ τὸν ὁρισμὸν πρᾶγμα, ὄντας πεντα-
|
|
| κοσίους μὴ παραδέξασθαι πλεῖον ἀνθρώπων πέντε κατὰ τὸ αὐτό· | ||
| τοῦ γὰρ ἱεροῦ τὴν πᾶσαν εἶναι φυλακὴν τὴν ἄκραν· καὶ τὸν κατα- | ||
| βαλλόμενον αὐτὴν τὴν προφυλακὴν τῶν εἰρημένων οὕτως ἠσφαλί- | ||
|
1 κατα] + το BTZ 2 δοξης BT | post πεπληρ. for excidit |
KAGIBTZ | |
| aliquid 3 εμφανεια IZ | ποιει B | φοβον] φημην Z 4 εισελ. A | | ||
| διαβεβαιουται B 6 ηκειν BT | ανεκδιηγ. BT 11 ως μεταλαμβανωσι | ||
| προφυλακης B 12 τις η η και νεωτ. BT (τις η και ν. Z) 13 δυνηται B] | ||
| δυναται cett 19 εις μερος BT εις μερους Zvid 21 προκαθημενου B*T* | ||
| txt B1T1 cett 25 επιτελουμενου codd (τελουμενους Zmg) | του B | ορκισμον | ||
| conj Mend. | πραγματος B | ||
| σθαι. Τῆς δὲ πόλεώς ἐστι τὸ χύμα συμμέτρως ἔχον, οἷον τεσσα- | 105 | |
| ράκοντα σταδίων ὄντος τοῦ περιβόλου, καθόσον εἰκάσαι δυνατόν. | ||
| ἔχει δὲ τὴν τῶν πύργων θέσιν θεατροειδῆ, καὶ φαινομένων διόδων— | ||
τῶν ὑποκειμένων, τῶν δ᾿
ἐπάνωθεν— εἰθισμένως ,
καὶ τὰς διὰ τούτων
|
||
| 5 | διεξόδους. ἀνάκλασιν γὰρ ἔχει τὰ τῶν τόπων, ὡς ἂν ἐπ᾿ ὄρους τῆς | |
| πόλεως ᾠκοδομημένης. εἰσὶ δὲ καὶ διαβάθραι πρὸς τὰς διόδους. οἱ | 106 | |
| μὲν γὰρ μετέωροι τὴν ὁδείαν, οἱ δ᾿ ὑπ᾿ αὐτὰς ποιοῦνται, καὶ μάλιστα | ||
| διεστηκότες τῆς ὁδείας, διὰ τοὺς ἐν ταῖς ἁγνείαις ὄντας, ὅπως μηδενὸς | ||
| θιγγάνωσιν ὧν οὐ δέον ἐστίν. Οὐκ ἀλόγως δὲ τὴν πόλιν | 107 | |
| 10 | συμμετρίᾳ καθηκούσῃ κατεσκεύασαν οἱ πρῶτοι, σοφῶς δὲ §ἐπινοή- | § P |
| σαντες. τῆς γὰρ χώρας πολλῆς οὔσης καὶ καλῆς, καί τινων §μὲν | § H | |
| πεδινῶν, τῶν κατὰ τὴν Σαμαρεῖτιν λεγομένην, καὶ τῶν συναπτόντων | ||
τῇ τῶν Ἰδουμαίων χώρᾳ, τινῶν
δὲ ὀρεινῶν, τῶν συναπτόντων
|
||
τῇ τῶν Ἰουδαίων χώρᾳ, χρὴ
πρὸς τὴν γεωργίαν καὶ τὴν ἐπιμέ-
|
||
| 15 | λειαν τῆς γῆς γίνεσθαι συνεχῶς, ἵνα καὶ διὰ τοῦτο οὗτοι τὴν εὐ- | |
καρπίαν ἔχωσιν· οὗ καὶ
γινομένου γεωργεῖται πάντα
μετὰ
δαψιλείας
|
||
| πολλῆς ἐν πάσῃ προειρημένῃ χώρᾳ. τῶν δὲ πόλεων ὅσαι | 108 | |
| μέγεθος ἔχουσι καὶ τὴν ἀκόλουθον εὐδαιμονίαν, ταύταις συμ- | ||
| βέβηκεν εὐανδρεῖν, ἀμελέῖσθαι δὲ τῆς χώρας, πάντων ἐπὶ τὸ κατὰ | ||
| 20 | ψυχὴν ἱλαροῦσθαι νενευκότων, καὶ τῇ κατασκευῇ πάντας ἀνθρώπους | |
| ἐπὶ τὰς ἡδονὰς εὐκαταφόρους εἶναι. τοῦτο δὲ ἐγίνετο περὶ τὴν | 109 | |
| Ἀλεξάνδρειαν ὑπερβάλλουσαν πάσας τῷ μεγέθει καὶ εὐδαιμονίᾳ | ||
| τὰς πόλεις. οἱ γὰρ ἀπὸ τῆς χώρας εἰς αὐτὴν ἀποξενούμενοι κατα- | ||
| μένοντες ἐφ᾿ ἱκανὸν εἰς ἐλάττωσιν ἦγον τὰ τῆς ἐργασίας. ὅθεν ὁ | 110 | |
| 25 | βασιλεύς, ἵνα μὴ καταμένωσι, προσέταξε μὴ πλέον εἴκοσιν ἡμερῶν | |
| παρεπιδημεῖν· καὶ τοῖς ἐπὶ τῶν χρειῶν ὁμοίως δἰ ἐγγράπτων | ||
| διαστολὰς ἔδωκεν, ἐὰν ἀναγκαῖον ᾖ κατακαλέσαι, διακρίνειν ἐν | ||
| ἡμέραις πέντε. πρὸ πολλοῦ δὲ ποιούμενος καὶ χρηματιστὰς καὶ | 111 | |
| 1 χυμα] σχημα B 2 οντος] εντος Z 4 ειθισμενως conj Redpath | HKAGIBP | |
| (usitato more theatri) ηθισμενων KGIT* vidZ ειθισμενων cett 5 εξοδους B | TZ | |
| 8 διεστηκοτας KGITZ (-κυιας edd) | της] τας K | μηδενι BZ 11 πεδινων | ||
| μεν P 12 λεγομενων codd omn 13, 14 των—γεωργιαν] τω προς τη | ||
| γεωργια B των πρ. την γεωργιαν cett verba ex conj addidi 15 om | ||
| και P 16 παντα μετα Mend.] μεν παντα codd 19 ευανδρειν] ευ | ||
| (sequente lacuna) B 20 και] και τω vel δια το conj Schmidt | ||
| 22 υπερβαλλουσα HA*GIT*Z 23 επιξενουμενοι BP | ||
| τοὺς τούτων ὑπηρέτας ἐπέταξε κατὰ νομούς, ὅπως μὴ πορισμὸν | ||
| λαμβάνοντες οἱ γεωργοὶ καὶ προστάται τῆς πόλεως ἐλαττῶσι τὰ | ||
| ταμιεῖα, λέγω δὲ τὰ τῆς γεωργίας πρόσφορα. Παρεξέβημεν | 112 | |
| δὲ ταῦτα διὰ τὸ καλῶς ἡμῖν τὸν Ἐλεάζαρον ὑποδεδειχέναι τὰ | ||
| 5 | προειρημένα. μεγάλη γὰρ ἐστ͖ν ἡ τῶν γεωργουμένων φιλοπονία. | |
| καὶ γὰρ ἐλαϊκοῖς πλήθεσι σύνδενδρός ἐστι καὶ σιτικοῖς καρποῖς | ||
| αὐτῶν ἡ χώρα καὶ ὀσπρίοις, ἔτι δὲ ἀμπέλῳ καὶ μέλιτι πολλῷ. τὰ | ||
| μὲν τῶν ἄλλων ἀκροδρύων καὶ φοινί͗κων οὐδ᾿ ἀριθμεῖται παῤ αὐτοῖς. | ||
| κτήνη τε πολλὰ παμμιγῆ, καὶ δαψιλὴς ἡ τούτων νομή· διὸ καλῶς | 113 | |
| 10 | ἔβλεψαν, ὅτι πολυανθρωπίας οἱ τόποι προσδέονται, καὶ τὴν κατα- | |
| σκευὴν τῆς πόλεως καὶ τῶν κωμῶν ἔθεντο κατὰ λόγον. πολὺ δὲ | 114 | |
| πλῆθος καὶ τῶν ἀρωμάτων καὶ λίθων πολυτελῶν καὶ χρυσοῦ παρα- | ||
| κομίζεται διὰ τῶν Ἀράβων εἰς τὸν τόπον. ἐργάσιμος γὰρ καὶ πρὸς | ||
| τὴν ἐμπορίαν ἐστὶ κατεσκευασμένη ἡ χώρα, καὶ πολύτεχνος ἡ πόλις, | ||
| 15 | οὐ σπανίζει δὲ οὐδὲν τῶν διακομιζομένων διὰ τῆς θαλάσσης. ἔχει | 115 |
| γὰρ καὶ λιμένας εὐκαίρους χορηγοῦντας, τόν τε κατὰ τὴν Ἀσκαλῶνα | ||
| καὶ Ἰόππην καὶ Γάζαν, ὁμοίως δὲ καὶ Πτολεμαίδα τὴν ὑπὸ τοῦ | ||
| βασιλέως ἐκτισμένην. μέση δὲ κεῖται πρὸς τοὺς προειρημένους | ||
| τόπους, οὐκ ἀπέχουσα τούτων πολύ. ἔχει δὲ πάντα δαψιλῆ κάθυγρος | ||
| 20 | οὖσα πάντοθεν ἡ χώρα καὶ μεγάλην ἀσφάλειαν ἔχουσα. περιρρεῖ | 116 |
δ᾿ αὐτὴν ὁ λεγόμενος
Ἰορδάνης ποταμὸς ἀείρρους. τῆς
δὲ χώρας |
||
| οὐκ ἔλαττον ἑξακισχιλίων μυριάδων ἀρουρῶν κατὰ τὸ ἀρχαῖον οὔσης | ||
| (μετέπειτα δὲ οἱ γειτνιῶντες ἐπέβησαν αὐτῆς) ἑξήκοντα μυριάδες | ||
| ἀνδρῶν ἔγκληροι καθειστήκεισαν ἑκατοντάρουροι. πληρούμενος δὲ | ||
| 25 | ὁ ποταμός, καθὼς ὁ Νεῖλος, ἐν ταῖς πρὸς τὸν θερισμὸν ἡμέραις, | |
| πολλὴν ἀρδεύει τῆς γῆς· ὃς εἰς ἕτερον ποταμόν ἐκβάλλει τὸ ῥεῦμα | 117 | |
| κατὰ τὴν Πτολεμαίων χώραν, οὗτος δὲ ἔξεισιν εἰς θάλασσαν. | ||
| 23 εξηκ. μυρ. cf Ex 393 LXX. (1237 Num 1121) 25 cf Jos 315 | ||
6 ε λαικοις (sic) H εν λαικ. GIT ευλαικ. B εν ελαικ. KAPZ 7 om |
HKAGIBP | |
| αθτων BPTZ 9 τε] τα HAGIZ 10 προσδεονται BPTZ] δεονται cett | TZ | |
| 14 εστθβ γ χ. κατεσκ. (κατασκ. T*) BPTZ | πολις] + εστιν P 16 τον B] | ||
| των cett τα edd 17 om του P 18 εκτισμενην] κατεσκευασμενην P | | ||
| ειρημ. BT 19 καθυγρατος GIPZ pr και P 21 verba inserui | ||
| 23 υπεβησαν P (cod Mon) απεβ. edd pr | μυριαδων T | ||
| 24 εκατονταρουροις codd txt ex papyris corr Mahaffy 26 πολυν B | | ||
| εμβαλλει GBPZ 27—2 p 540 ουτος δε—Αζ. χωραν om A | ||
| ἄλλοι δὲ χειμάρροι λεγόμενοι κατίασι, περιλαμβάνοντες τὰ πρὸς | ||
| τὴν Γάζαν μέρη καὶ τὴν Ἀζωτίων χώραν. περιέχεται δὲ ἀσφαλέίαις | 118 | |
| αὐτοφυέσι, δυσείσβολος οὖσα καὶ πλήθεσιν ἀπραγμάτευτος, διὰ τὸ | ||
| στενὰς εἶναι τὰς παρόδους, κρημνῶν παρακειμένων καὶ φαράγγων | ||
| 5 | βαθέων, ἔτι δὲ τραχείας οὔσης πάσης τῆς περιεχούσης πᾶσαν τὴν | |
| χώραν ὀρεινῆς. Ἐλέγετο δὲ καὶ ἐκ τῶν παρακειμένων ὀρέων | 119 | |
| τῆς Ἀραβίας μέταλλα χαλκοῦ καὶ σιδήρου συνίστασθαι πρότε- | ||
| ρον. ἐκλέλειπται δὲ ταῦτα, καθ᾿ ὃν ἐπεκράτξσαν Πέρσαι χρόνον, | ||
| τῶν τότε προστατούντων ποιησαμένων διαβολήν, ὡς ἄχρηστος ἡ | ||
| 10 | κατεργασία γίνεται καὶ πολυδάπανος, ὅπως μὴ διὰ τὴν μεταλ- | 120 |
| λείαν τῶν εἰρημένων συμβῇ καὶ τὴν χώραν καταφθείρεσθαι, καὶ | ||
| σχεδὸν διὰ τὴν ἐκείνων δυναστείαν ἀλλοτριωθῆναι, παρεύρεσιν | ||
| λαβόντων εἰς τοὺς τόπους εἰσόδου, διὰ τὸ τὴν διαβολὴν γεγονέναι | ||
| ταύτην. | ||
| 15 | Ὅσον οὖν καὶ περὶ τούτων ἔδει, κεφαλαιωδῶς σεσήμαγκά σοι, |
|
| ὦ Φιλόκρατες ἀδελφέ· τὰ δὲ τῆς ἑρμηνείας ἑπομένως δηλώσομεν. | ||
| Ἐπιλέξας γὰρ τοὺς ἀρίστους ἄνδρας καὶ παιδείᾳ διαφέροντας, ἅτε δὴ | 121 | |
| γονέων τετευχότας ἐνδόξων, οἵτινες οὐ μόνον τὴν τῶν Ἰουδαϊκῶν | ||
| γραμμάτων ἕξιν περιεποίησαν αὑτοῖς, ἀλλὰ καὶ τῆς τῶν Ἑλληνικῶν | ||
| 20 | ἐφρόντισαν οὐ παρέργως κατασκευῆς· διὸ καὶ πρὸς τὰς πρεσβείας | 122 |
| εὔθετοι καθεστήκεισαν, καὶ τοῦτ᾿ ἐπετέλουν ὅτε δέοι, καὶ πρὸς τὰς | ||
| ὁμιλίας καὶ τὰς ἐπερωτήσεις τὰς διὰ τοῦ νόμου μεγάλην εὐφυίαν | ||
| εἶχον, τὸ μέσον ἐζηλωκότες κατάστημα (τοῦτο γὰρ κάλλιστόν ἐστιν), | ||
| ἀποτεθειμένοι τὸ τραχὺ καὶ βάρβαρον τῆς διανοίας, ὁμοίως δὲ καὶ | ||
| 25 | τὸ κατοίεσθαι καὶ νομίζειν ὑπερφρονεῖν ἑτέρους ὑπερβεβηκότες, τὴν | |
| δ᾿ ὁμιλίαν καὶ τὸ συνακούειν καὶ πρὸς ἕκαστον ἀποκρίνεσθαι δεόντως | ||
| παραδεδεγμένοι, καὶ πάντες ταῦτα συντηροῦντες καὶ μᾶλλον ἐν | ||
| τούτοις βουλόμενοι ὑπερφέρειν ἕτερος ἑτέρου, καὶ τοῦ καθηγουμένου | ||
2 ασφαλες HKAGI ασφαλως BPTZ txt ex conj Schmidt 5 βραχειας |
HKAGIBP | |
| I 7 μεταλα GP μετα I 8 Περσαι] pr οι I 11 προειρημενων G | TZ | |
| 15 om κεφαλ. P | σεσημακαμεν Z 16 δηλωσωμεν GIPZ 17 γαρ] ουν | ||
| HKA 18 τετευχοτως Pvid 19 εαυτοις BT 21 απετελουν Β | ||
| 22 δια] εκ B 27 παραδεδεγμενοι BPTZ] παραδεδειγμενοι cett | ||
| 28 θποφερειν KA | ετερου] ετερω PT*vid | ||
| πάντες ἄξιοι καὶ τῆς περὶ αὐτὸν ἀρετῆς. νοῆσαι δ᾿ ἦν, ὡς ἠγάπησαν | 123 | |
| τὸν Ἐλεάζαρον δυσαποσπάστως ἔχοντες, καὶ ἐκεῖνος αὐτούς· χωρὶς | ||
| καὶ τοῦ πρὸς τὸν βασιλέα γεγραφέναι περὶ τῆς ἀποκαταστάσεως | ||
| αὐτῶν πολλὰ παρεκάλεσε τὸν Ἀνδρέαν ποιῆσαι, συναντιλαμβάνεσθαι | ||
| 5 |
παρακαλῶν, καθ᾿ ὃ ἂν
δυνώμεθα. καὶ ἡμῶν ἐπαγγελλομένων εὖ
φρον-
|
124 |
τίσειν
περὶ τούτων, ἔφη καὶ λίαν διαγωνιᾷν· εἰδέναι γάρ, ὅτι
|
||
| φιλάγαθος ὢν ὁ βασιλεὺς πάντων μέγιστον ἡγεῖται τὸ μεταπέμ- | ||
| πεσθαι, καθ᾿ ὃν ἂν τόπον ὀνομασθῇ τις ἄνθρωπος διαφέρων ἀγωγῇ | ||
| καὶ φρονήσει παῤ ἑτέρους. μετείληφα γὰρ καλῶς αὐτὸν λέγειν, ὅτι | 125 | |
| 10 | περὶ ἑαυτὸν ἔχων ἄνδρας δικαίους καὶ σώφρονας τὴν μεγίστην ἂν | |
| φυλακὴν τῆς βασιλείας ἕξειν, συμβουλευόντων παρρησίᾳ πρὸ τὸ | ||
| συμφέρον τῶω φίλων· ὃ δὴ σύνεστι τοῖς ἀποστελλομένοις ὑπ᾿ | ||
| αὐτοῦ. καὶ δἰ ὅρκων ἐπιστοῦτο, μὴ προΐεσθαι τοὺς ἀνθρώπους, εἴ | 126 | |
| τις ἑτέρα χρεία πρὸς τὰ κατ᾿ ἰδίαν αὐτῷ κατεπείγοι, πρὸς δὲ τὴν | ||
| 15 | κοινὴν πᾶσι τοῖς πολίταις ἐπανόρθωσιν ἐξαποστέλλειν αὐτούς. τὸ | 127 |
| γὰρ καλῶς ζῇν ἐν τῷ τὰ νόμιμα συντηρεῖν εἶναι· τοῦτο δὲ ἐπιτε- | ||
| λεῖσθαι διὰ τῆς ἀκροάσεως πολλῷ μᾶλλον ἢ διὰ τῆς ἀναγνώσεως. | ||
| προτιθέμενος οὖν ταῦτα καὶ τὰ τούτοις παραπλήσια φανερὸς ἦν τὴν | ||
| διάθεσιν, ὃσ ἦν πρὸς αὐτπύς. | ||
| 20 | §
Ἄξιον δὲ ἐπιμνησθῆναι |
128 § Eus |
| αὐτοῦ πρὸς τὰ δἰ ἡμῶν ἐπιζητηθέντα. νομίζω γὰρ τοὺς πολλοὺς | ||
| περιεργίαν ἔχειν τινὰ τῶν ἐν τῇ νομοθεσίᾳ περί τε τῶν βρωτῶν καὶ | ||
| ποτῶν καὶ τῶν νομιζομένων ἀκαθάρτων εἶναι κνωδάλων. τυνθανομένων | 129 | |
| 20 ff Lev 11. Deut. 143—19 | ||
2 δυσαποσπ.] + αυτου B | εκεινος] + δηλονοτι ηγαπησεν B | αυτους] |
HKAGIBP | |
| + ος B αυτος sine puncto sequente Wend. 3 om και P | γεγραπται I 4 τον | TZ Eus | |
| ανδρα B 5 ευ φροντ. Wend] αφροντισειν codd 6 τουτου P | ||
| 7 φιλανος BT 9 αυτον καλως BTZ 10 αθτον BT | εχων] + ο Πτολεμαιος | ||
| B 11 εξει B 12 συνεστη Z 14 om ιδιαν B (in fin lin fort evanuit) | αυτων | ||
| BT 18 φανερως P 20 δια βραχεων ap Eus conj Vigerus] βραχεων codd et | ||
| Eus (bis scr Eusº) | επιδειχθεντων Eusi 21 προς ημων επιζητηθεντα | ||
| HKA προς δι ημων επιζητ. GIZ* προς δε ημων επιζητηθεντων | ||
| BPTZcorr txt Eus | νομιζειν γαρ τοις πολλοις Ar codd (B excepto) Eus | ||
| txt B 22 τινα εχειν BPT | περι] pr λεγω δε Eus | των 2º] om Eus | | ||
| βρωματων GIBPTZ txt cett Eus 23 om και BPTZ | ||
| γὰρ ἡμῶν, διὰ τί, μιᾶς καταβολῆς οὔσης, τὰ μὲν ἀκάθαρτα νομίζεται | ||
| πρὸς βρῶσιν, τὰ δὲ καὶ πρὸς τὴν ἁφὴν (δεισιδαιμόνως γὰρ τὰ | ||
| πλεῖστα τὴν νομοθεσίαν ἔχειν, ἐ δὲ τούτοις † πάνυ † δεισιδαιμόνως) | ||
| πρὸς ταῦτα οὕτως ἐνήρξατο Θεωρεῖς ἔφη, τὰς ἀναστροφὰς | 130 | |
| 5 | καὶ τὰς ὁμιλίας, οἷον ἐνεργάζονται πρᾶγμα, διότι κακοῖς ὁμιλήσαντες | |
| διαστροφὰς ἐπιλαμβάνουσιν ἄνθρωποι, καὶ ταλαίπωροι δἰ ὅλου τοῦ | ||
| ζῇν εἰσιν· ἐὰν δὲ σοφοῖς καὶ φρονίμοις συζῶσιν, ἐξ ἀγνοίας ἐπανορ- | ||
| θώσεως εἰς τὸν βίον ἔτυχον. διαστειλάμενος οὖν τὰ τῆς εὐσεβείας | 131 | |
| καὶ δικαιοσύνης πρῶτον ὁ νομοθέτης ἡμῶν, καὶ διδάξας ἕκαστα περὶ | ||
| 10 | τούτων, οὐκ ἀπαγορευτικῶς μόνον ἀλλ᾿ ἐνδεικτικῶς, καὶ τὰς βλάβας | |
| προδήλους καὶ τὰς ὑπὸ τοῦ θεοῦ γινομένας ἐπιπομπὰς τοῖς αἰτίοις— | ||
| προϋπέδειξε γὰρ πάντων πρῶτον, ὅτι μόνος ὁ θεός ἐστι, καὶ διὰ | 132 | |
| πάντων ἡ δύναμις αὐτοῦ φανερὰ γίνεται, πεπληρωμένου παντὸς | ||
| τόπου τῆς δυναστείας, καὶ οὐθὲν αὐτὸν λανθάνει τῶν ἐπὶ γῆς γινο- | ||
| 15 | μένων ὑπ᾿ ἀνθρώπων κρυφίως, ἀλλ᾿ ὅσα ποιεῖ τις αὐτῷ φαβερὰ | |
| καθέστηκε, καὶ τὰ μέλλοντα γίνεσθαι—ταῦτ᾿ οὖν ἐξεργαζόμενος | 133 | |
| ἀκριβῶς καὶ πρόδηλα θεὶς ἔδειξεν ὅτι, κἂν ἐννοηθῇ τις κακίαν | ||
| ἐπιτελεῖν, οὐκ ἂν λάθοι, μὴ ὅτι καὶ πράξας, διὰ πάσης τῆς νομο- | ||
| θεσίας τὸ τοῦ θεοῦ δυνατὸν ἐνδεικνύμενος. ποιησάμενος οὖν τὴν | 134 | |
| 20 | καταρχὴν ταύτην, καὶ δείξας ὅτι πάντες οἱ λοιποὶ παῤ ἡμᾶς | |
| ἄνθρωποι πολλοὺς θεοὺς εἶναι νομίζουσιν, αὐτοὶ δυναμικώτεροι | ||
| πολλῷ καθεστῶτες ὧν σέβονται ματαίως—ἀγάλματα γὰρ ποιήσαντες | 135 | |
| ἐκ λίθων καὶ ξύλων, εἰκόνας φασὶν εἶναι τῶν ἐξευρόντων τι πρὸς τὸ | ||
| ζῇν αὐτοῖς χρήσιμον, οἷς προσκυνοῦσι, παρὰ πόδας ἔχοντες τὴν ἀναι- | ||
| 25 |
σθησίαν. εἴ τι
γὰρ κατ᾿ ἐκεῖνό τις θεὸς
εἴη
κατὰ τὴν ἐξεύπεσιν,
|
136 |
3 της νομοθεσιας B | πανυ] πασι B παλιν πανυ HKA παλιν cett Eus |
HKAGIBP | |
| 5 εργαζονται AIBP Euscodd det 6 δια του ζην Eusi δι ολου την ζωην Eusº | TZ Eus | |
| 8 ενετυχον BT | ουν Eus] δε εστι B om cett 9 πρωτον ο νομ. Eus.] ο | ||
| πρωτονομοθετης Ar codd 10 ενδικως Ar codd txt Eus 11 προδηλως I | ||
| ? προδηλωσας | υπο] επι P Euscodd | om του P Eus | γενομ. P Euscodd (γιγν. | ||
| Eusi) 12 πρωτον παντων Eus P | om ο BPTZ | η δυν. αυτ. δια παντ. | ||
| Eusº 13 δυναμις] + εστιν GIZ | παντος] pr του B 14 ουδεν B | των | ||
| επιγινομενων (-νωμ. Z) PT*Z (γης suprascr T1) 15 υπ] υπο των B | | ||
| κρυφεως GI κρυφαιως Eusi 16 εργαζομενος B εξεργασαμενος Eusº | ||
| 17 προδηλωθεις HKA 18 λανθανοι B λαθη P | δια πασης] δι ολης | ||
| Eusi εξ ολης Eusº 22 πολλω Eus P] πολλων Ar codd cett 23 και] η Eus | ||
| 25 ει τι HKAGvid I] ειτε Eus | θεος ειη ex conj] θειη codd Eus θεωθειη | ||
| conj Wend. | ||
| παντελῶς ἀνόητον· τῶν γὰρ ἐν τῇ κτίσει λαβόντες τινὰ συνέθηκαν | ||
| καὶ προσυπέδειξαν εὔχρηστα, τὴν κατασκευὴν αὐτῶν οὐ ποιήσαντες | ||
| αὐτοί· διὸ κενὸν καὶ μάταιον τοὺς ὁμοίους ἀποθεοῦν. καὶ γὰρ ἔτι | 137 | |
| καὶ νῦν εὑρεματικώτεροι καὶ πολυμαθέστεροι τῶν ἀνθρώπων τῶν πρίν | ||
| 5 | εἰσι πολλοί, καὶ οὐκ ἂν φθάνοιεν αὐτοὺς προσκυνοῦτες. καὶ νομί- | |
| ζουσιν οὑ ταῦτα διαπλάσαντες καὶ μυθοποιήσαντες τῶν Ἑλλήνων | ||
| οἱ σοφώτατοι καθεστάναι. τῶν γὰρ ἄλλων πολυματαίων τί δεῖ καὶ | 138 | |
| λέγειν, Αἰγυπτίων τε καὶ τῶν παραπλησίων, οἵτινες ἐπὶ θηρία καὶ | ||
| τῶν ἑρπετῶν τὰ πλεῖστα καὶ κνωδάλων τὴν ἀπέρεισιν πεποίηνται, | ||
| 10 | καὶ ταῦτα προσκυνοῦσι, καὶ θύουσι τούτοις καὶ ζῶσι καὶ τελευ- | |
| τήσασι;— συνθεωρήσας οὖν ἕκαστα σοφὸς ὢν ὁ νομοθέτης, | 139 | |
| ὑπὸ θεοῦ κατεσκευασμένος εἰς ἐπίγνωσιν τῶν ἁπάντων, περιέφραξεν | ||
| ἡμᾶς ἀδιακόποις χάραξι καὶ σιδηροῖς τείχεσιν, ὅπως μηθενὶ τῶν | ||
| ἄλλων ἐθνῶν ἐπιμισγώμεθα κατὰ μηδέν, ἁγνοὶ καθεστῶτες κατὰ σῶμα | ||
| 15 | καὶ κατὰ ψυχήν, ἀπολελυμένοι ματαίων δοξῶν, τὸν μόνον θεὸν καὶ | |
| δυνατὸν σεβόμενοι παῤ ὅλην τὴν πᾶσαν κτίσιν. ὅθεν οἱ Αἰγυπτίων | 140 | |
| καθηγεμόνες ἱερεῖς, ἐγκεκυφότες εἰς πολλὰ καὶ μετεσχηκότες | ||
| πραγμάτων, ἀνθρώπους θεοῦ προσονομάζουσιν ἡμᾶς· ὃ τοῖς λοιποῖς | ||
| οὐ πρόσεστιν, εἰ μή τις σέβεται τὸν κατὰ ἀλήθειαν θεόν, ἀλλ᾿ εἰσὶν | ||
| 20 | ἄνθρωποι βρωτῶν καὶ ποτῶν καὶ σκέπης· ἡ γὰρ πᾶσα διάθεσις | 141 |
| αὐτῶν ἐπὶ ταῦτα καταφεύγει. τοῖς δὲ παῤ ἡμῶν ἐν οὐδενὶ ταῦτα λε- | ||
| λόγισται, περὶ δὲ τῆς τοῦ θεοῦ δυναστείας δἰ ὅλου τοῦ ζῇν ἡ σκέψις | ||
| αὐτοῖς ἐστιν. ὅπως οὖν μηθενὶ συναλισγούμενοι μηδ᾿ ὁμιλοῦν- | 142 | |
| τες φαύλοις διαστροφὰς λαμβάνωμεν, πάντοθεν ἡμᾶς περιέφραξεν | ||
| 25 | ἁγνείαις καὶ διὰ βρωτῶν· καὶ ποτῶν καὶ ἁφῶν καὶ ἀκοῆς καὶ ὁράσεως | |
1 ανοητον Eus] ανοητοι codd 2 ευχρηστοτατην (+ την Eusº) κατ. Eus |
HKAGIBP | |
| 3 om αυτοι P 4 ευρημ. AB ευρετικωτεροι Eus 5 φθανοιεν Eus] | TZ Eus | |
| φθασειαν B (-σοιαν T) φθανοισαν cett 7 των] + μεν Eus | δει] δη HAGI | ||
| 9 κνωδ.] pr επι Eusi | απερ εισι PT*Z 11 ουν] τοιγαρουν Eusi | om | ||
| εκαστα P | ο νομ. υπο θ. σοφ. ων P 12 κατεσκευασμενα H (α 3º sup lin) | ||
| Euscodd det 13 μηδενι Eus Z μηθεν HKAGI 14 και σωμα και ψυχην | ||
| Eusº 15 απολελυμενοι Eus P] -μενων cett 16 πασαν την κτ. P | | ||
| Αιγυπτιων οι Eus 18 εις πραγματα I 19 τις] τι HA (ς postea suprascr | ||
| H*vidA*vid) KGI 21 ημιν BTZ Eusº 22 om δε HAGI | om της του | ||
| Eusi 23 αυτων B* | ουν Eus] τε εν B εν cett | μηδενι BP Eus | | ||
| συναλισγομ. T Eus ex quo συμμισγομ. Wend. 24 φαυλω Eusº γαμοις P | | ||
| λαμβανοιμεν Eus | περιεφραξαν Eusº 25 αφης Eusº | ||
| νομικῶς. τὸ γὰρ καθόλου πάντα πρὸς τὸν φυσικὸν λόγον ὅμοια | 143 | |
| καθέστηκεν, ὑπὸ μιᾶς δυνάμεως οἰκονομούμενα, καὶ καθ᾿ ἓν ἕκαστον | ||
| ἔχει λόγον βαθύν, ἀφ᾿ ὧν ἀπεχόμεθα κατὰ τὴν χρῆσιν, καὶ οἷς | ||
| συγχρώμεθα. χάριν δὲ ὑποδείγματος ἓν ἢ δεύτερον ἐπιδραμών σοι | ||
| 5 |
σημανῶ. Μὴ γὰρ
εἰς τὸν καταπεπτωκότα λόγον ἔλθῃς, ὅτι
|
144 |
καὶ ἢ
τῶν τοιούτων χάριν περιεργίαν ποιούμενος ἐνομοθέτει
|
||
| ταῦτα Μωϋσῆς· ἀλλὰ πρὸς ἁγνὴν ἐπίσκεψιν καὶ τρόπων ἐξαρτισμὸν | ||
| δικαιοσύνης ἕνεκεν σεμνῶς πάντα ἀνατέτακται. τῶν γὰρ πτηνῶν, | 145 | |
| οἷς χρώμεθα, πάντα ἥμερα καθέστηκε καὶ διαφέρει καθαριότητι, | ||
| 10 | πυροῖς καὶ ὀσπρίοις χρώμενα πρὸς τὴν τροφήν, οἷον περιστεραὶ | |
τρυγόνες
πέρδικες ἔτι δὲ χῆνες καὶ τὰ ἄλλα ὅσα τοιαῦτα.
|
||
| περὶ ὧν δὲ ἀπηγόρευται πτηνῶν, εὑρήσεις ἄγριά τε καὶ σαρκοφάγα | 146 | |
| καὶ καταδυναστεύοντα τῇ περὶ ἑαυτὰ δυνάμει τὰ λοιπά, καὶ τὴν | ||
| τροφὴν ἔχοντα δαπάνησιν τῶν προειρημένων ἡμέρων μετὰ ἀδικίας· | ||
| 15 | οὐ μόνον δὲ ταῦτα, ἀλλὰ καὶ τοὺς ἄρνας καὶ ἐρίφους ἀναρπάζουσι, | |
| καὶ τοὺς ἀνθρώπους δὲ ἀδικοῦσι νεκρούς τε καὶ ζῶντας. παράσημον | 147 | |
οὖν ἔθετο διὰ τούτων,
προσονομάσας, ὅτι δέον ἐστὶ κατὰ
|
||
| ψυχήν, οἷς ἡ νομοθεσία διατέτακται, δικαιοσύνῃ συγχρῆσθαι καὶ | ||
| μηδένα καταδυναστεύειν, πεποιθότας ἰσχύι τῇ καθ᾿ ἑαυτούς, μηδὲ | ||
| 20 | ἀφαιρεῖσθαι μηδέν, ἀλλ᾿ ἐκ δικαίου τὰ τοῦ βίου κυβερνᾷν, ὡς τὰ | |
| τῶν προειρημένων πτηνῶν ἥμερα ζῷα τὰ φυόμενα τῶω ὀσπρίων ἐπὶ | ||
| γῆς δαπανᾷ, καὶ οὐ καταδυναστεύει πρὸς τὴν ἐπαναίρεσιν τῶν συγ- | ||
| γενικῶν. διὰ τῶν τοιούτων οὖν παραδέδωκεν ὁ νομοθέτης σημειοῦ- | 148 | |
| 5 f Lev 1129 11 Lev 1122 17 Deut 1418 | ||
1 νομικης G Eusº -κοις P | το] τω T Eusi 2 δυναμεως] + οικονομικως |
HKAGIBP | |
| P | εκαστα Eusº 3 λογον εχει BT | απεσχομεθα KAI 5 εισελθης | TZ Eus | |
| Eusi (ελθηςº) 6 περιεργιας Eus περιεργασιαν Z 7 Μωσης AP Eus | | ||
| τροπων] + εξαιρετον Eusº 8 παντα] ταυτα BPTZ | πετεινων Eus | ||
| 9 καθεστηκε και Eus] καθεστηκεν α B καθεστηκε cett | καθαροτητι | ||
| HKBPTZ 10 χρωμεθα K ] om την K Eusº 11 ατταγοι Eusi | om ετι K | ||
| 12 πετεινων Eus 13 περι] παρ K | αυτα Eus εαυτων GI | τα πολλα Z* | ||
| (τα λ. Zcorr) των λοιπων B 14 δαπανησιν] pr την Eus 15 αρπαζουσι Eus | ||
| 17 δεον] δε Eusi 19 μηδενι IB μηδενος T | πεποιθοτας Eus] -θοσιν B | ||
| -θοτες (-θωτ. P) cett | τη εαυτων Eusº 20 μηθεν Eusº | εκ δικαιοτατου | ||
| βιου Eus | διακυβερναν Eusº 21 ζωα ημερα B 22 επαναιρεσιν] + ουτε | ||
| των υποβεβηκοτων ουτε Eusi (om 20 ως τα—22 συγγεν. Eusº) 23 των | ||
| τοιουτ.] τουτων Eusº | παρεδωκεν Eus P | ομοιουσθαι BT | ||
| σθαι τοῖς συνετοῖς, εἶναι δικαίους τε καὶ μηδὲν ἐπιτελεῖν βίᾳ, μηδὲ | ||
| τῇ περὶ ἑαυτοὺς ἰσχύι πεποιθότας ἑτέρους καταδυναστεύειν. ὅπου | 149 | |
| γὰρ οὐδ᾿ ἅψασθαι καθῆκε τῶν προειρημένων διὰ τὴν περὶ ἕκαστα διά- | ||
| θεσιν, πῶς οὐ φυλακτέον παντάπασι τοὺς τρόπους εἰς τοῦτο κατακλα- | ||
| 5 | σθῆναι; πάντα οὖν τὰ τῆς συγχωρήσεως ἡμῖν ἐπὶ τούτων καὶ τῶν | 150 |
κτηνῶν τροπολογῶν
ἐκτέθειται. τὸ γὰρ
καὶ διαστέλλειν
|
||
σημεῖόν
ἐστι τοῦ διαστέλλειν ἕκαστα τῶν πράξεων
|
||
| ἐπὶ τὸ καλῶς ἔχον· ἡ γὰρ ἰσχὺς τῶν ὅλων σωμάτων μετ᾿ ἐνεργείας | 151 | |
| ἀπέρεισιν ἐπὶ τοὺς ὤμους ἔχει καὶ τὰ σκέλη. μετὰ διαστολῆς οὖν | ||
| 10 | ἅπαντα ἐπιτελεῖν πρὸς δικαιοσύνην ἀναγκάζει † τὸ σημειοῦσθαι † διὰ | |
| τούτων· ἔτι δὲ καὶ διότι παρὰ πάντας ἀνθρώπους διεστάλμεθα. οἱ | 152 | |
| γὰρ πλείονες τῶν λοιπῶν ἀνθρώπων ἑαυτοὺς μολύνουσιν ἐπιμισγό- | ||
| μενοι, συντελοῦντες μεγάλην ἀδικίαν, καὶ χῶραι καὶ πόλεις ὅλαι | ||
| σεμνύνονται ἐπὶ τούτοις. οὐ μόνον γ |



δηλοῦν,
ἀσμένως σε 
,

στερεὰν πάντοθεν τὴν ποίησιν ἐργα-
,
.
§

,
,
,
,
,