« Prev Appendix (B). Eusebius “ad Marinum” concerning… Next »

APPENDIX (B).

Eusebius “ad Marinum” concerning the reconcilement of S. Mark xvi. 9 with S. Matthew xxviii. 1.”

(Referred to at pp. 46, 47, 54, and 233.)

SUBJOINED is the original text of Eusebisus, taken from the “Quæstiones ad Marinum” published by Card. Mai, in his “Nova Patrum Bibliotheca” (Romae, 1847,) vol. iv. pp. 255-7.

I. Πῶς παρὰ μὲν τῷ Ματθαίῳ ὄψε σαββάτων φαίνεται ἐγεγερμένος ὁ Σωτὴρ, παρὰ δὲ τῷ Μάρκῳ πρωῒ τῇ μιᾷ τῶν σαββάτων.

Τούτου διττὴ ἂν εἴη ἡ λύσις· ὁ μὲν γὰρ [τὸ κεφάλαιον αὐτὸ del.506506   Vid. suprà, p. 233. ?] τὴν τοῦτο φάσκουσαν περικοπὴν ἀθετῶν, εἴποι ἂν μὴ ἐν ἅπασιν αὐτὴν φέρεσθαι τοῖς ἀντιγράφοις τοῦ κατὰ Μάρκον εὐαγγελίου· τὰ γοῦν ἀκριβῆ τῶν ἀντιγράφων τὸ τέλος περιγράφει τῆς κατὰ τὸν Μάρκον ἱστορίας ἐν τοῖς λόγοις τοῦ ὀφθέντος νεανίσκου ταῖς γυναιξὶ καὶ εἰρηκότος αὐταῖς “μὴ φοβεῖσθε, Ἰησοῦν ζητεῖτε τὸν Ναζαρηνόν.” καὶ τοῖς ἐξῆς, οἶς ἐπιλέγει· “καὶ ἀκούσασαι ἔφυγον, καὶ οὐδενί οὐδὲν εἶπον, ἐφοβοῦντο γάρ.” Ἐν τούτῳ γὰρ σχεδὸν ἐν ἅπασι τοῖς ἀντιγράφοις τοῦ κατὰ Μάρκον εὐαγγελίου περιγέγραπται τὸ τέλος· τὰ δὲ ἑξῆς σπανίως ἔν τισιν ἀλλ᾽ οὐκ ἐν πᾶσι φερόμενα περιττὰ ἂν εἴη, καὶ μάλιστα εἴπερ ἔχοιεν ἀντιλογίαν τῇ τῶν λοιπῶν εὐαγγελιστῶν μαρτυρίᾳ. ταῦτα μὲν οὗν εἴποι ἄν τις παραιτούμενος καὶ πάντη ἀναιρῶν περιττὸ ἐρώτημα. Ἄλλος δέ τις οὐδ᾽ ὁτιοῦν τολμῶν ἀθετεῖν τῶν ὁπωσοῦν ἐν τῇ τῶν εὐαγγελίων γραφῇ φερομένων, διπλῆν εἶναὶ φησι τὴν ἀναγνωσιν, ὡς καὶ ἐν ἑτέροις πολλοῖς, ἑκατέραν τε παραδεκτέαν ὑπάρχειν, τῷ μὴ μᾶλλον ταύτην ἐκείνης, ἢ ἐκείνην ταύτης, παρὰ τοῖς πιστοῖς καὶ εὐλαβέσιν ἐγκρίνεσθαι.

Καὶ δὴ τοῦδε τοῦ μέρους συγχωρουμένου εἶναι ἀληθοῦς, προσήκει τὸν νοῦν διερμηνεύειν τοῦ ἀναγνώσματος· εἰ γοῦν διέλοιμεν τὴν τοῦ λόγου διάνοιαν, οὐκ ἂν εὕροιμεν αὐτὴν ἐναντίαν τοῖς παρὰ τοῦ Ματθαίου ὀψὲ σαββάτων ἐγηγέρθαι τὸν Σωτῆρα λελεγμένοις· τὸ γὰρ “ἀναστὰς δὲ πρωΐ τῇ μιᾷ 266τοῦ σαββάτου” κατὰ τὸν Μάρκον, μετὰ διαστολῆς ἀναγνωσόμεθα· καὶ μετὰ τὸ ἀναστὰς δὲ, ὑποστίξομεν507507   P.S. I avail myself of this blank space to introduce a passage from Theophylact (A.D. 1077) which should have obtained notice in a much earlier page:—Ἀναστὰς δὲ ὁ Ἰησοῦς· ἐνταῦθα στίξον, εἶτα εἰπέ· πρωῒ πρώτῃ σαββάτου ἐλάνη Μαρίᾳ τῇ Μαγδαληνῇ. οὐ γὰρ ἀνέστη πρωΐ (τίς γὰρ οἶδε πότε ἀνέστη;) ἀλλ᾽ ἐφάνη πρωῒ κυριακῇ ἡμέρᾳ (αὕτη γὰρ ἡ πρώτη τοῦ σαββάτου, τουτέστι, τῆς ἑβδομάδος,) ἣν ἄνω ἐκάλεσε μίαν σαββάτων· [Opp. vol. i. p. 263 C.]
   It must be superfluous to point out that Theophylact also,—like Victor, Jerome, and Hesychius,—is here only reproducing Eusebius. See above, p. 66, note (c).
· καὶ τὴν διάνοιαν ἀφορίζομεν τῶν ἑξῆς ἐπιλεγομένων. εἶτα τὸ μὲν ἀναστὰς ἂν, ἐπὶ τὴν παρὰ τῷ Ματθαίῳ ὀψέ σαββάτων. τότε γὰρ ἐγήγερτο· τὸ δὲ ἐξῆς ἑτέρας ὃν διανοίας ὑποστατικὸν, συνάψωμεν τοῖς ἐπιλεγομένοις· πρωῒ γὰρ τῇ μιᾷ τοῦ σαββάτου ἐφάνη Μαρίᾳ τῇ Μαγδαληνῇ. τοῦτο γοῦν ἐδήλωσε καὶ ὁ Ἰωάννης πρωῒ καὶ αὐτὸς τῇ μιᾷ τοῦ σαββάτου ὦφθαι αὐτὸν τῇ Μαγδαληνῇ μαρτυπήσας. οὕτως οὖν καὶ παρὰ τῷ Μάρκῳ πρωῒ ἐφάνη αὐτῇ. οὐ πρωῒ ἀναστὰς, ἀλλὰ πολὺ πρότερον κατὰ τὸν Ματθαῖον ὀψὲ τοῦ σαββάτου. τότε γὰρ ἀναστὰς ἐφάνη τῇ Μαρίᾳ, οὐ τὸτε ἀλλὰ πρωῒ. ὡς παρίστασθαι ἐν τούτοις καὶροὺς δύο. τὸν μὲν γὰρ τῆς ἀναστάσεως τὸν ὀψὲ τοῦ σαββάτου, τὸν δὲ τῆν τοῦ Σωτῆρος ἐπιφανείας, τὸν πρωῒ, ὃν ἔγραψεν ὁ Μάρκοσ εἰπὼν (ὃ καὶ μετὰ διαστολῆς ἀναγνωστέον) ἀναστὰς δέ· εἶτα ὑποστίξαντες, τὸ ἑξῆς ῥητέον, πρωῒ τῇ μιᾷ τοῦ σαββάτου ἐφάνη Μαρίᾳ τῇ Μαγδαληνῇ, ἀφ᾽ ἧς ἐκβεβλὗκει ἑπτὰ δαιμόνια.

II. Πῶς κατὰ τὸν Ματθαῖον ὀψὲ σαββάτων ἡ Μαγδαληνὴ τεθεαμένη τὴν ἀνάστασιν, κατὰ τὸν Ἰωάννην ἡ αὐτὴ ἑστῶσα κλαίει παρὰ τῷ μνημείῳ τῷ μιᾷ τοῦ σαββάτου.

Οὐδὲν ἂν ζητηθείη κατὰ τοὺς τόπους, εἰ τὸ ὀψὲ σαββάτων μὴ τὴν ἑσπερινὴν ὥραν τὴν μετὰ τὴν ἡμέραν τοῦ σαββάτου λέγεσθαι ὑπολάβοιμεν, ὥς τινες ὑπειλήφασιν, ἀλλὰ τὸ βραδὺ καὶ ὀψὲ τῆς νυκτὸς τῆς μετὰ τὸ σάββατον, κ.τ.λ.

267
« Prev Appendix (B). Eusebius “ad Marinum” concerning… Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |