« Prev 3 John 1 Next »

Chapter 1

1ο πρεσβυτερος γαιω τω αγαπητω ον εγω αγαπω εν αληθεια 2αγαπητε περι παντων ευχομαι σε ευοδουσθαι και υγιαινειν καθως ευοδουται σου η ψυχη 3εχαρην γαρ λιαν ερχομενων αδελφων και μαρτυρουντων σου τη αληθεια καθως συ εν αληθεια περιπατεις 4μειζοτεραν τουτων ουκ εχω χαριν ινα ακουω τα εμα τεκνα εν τη αληθεια περιπατουντα 5αγαπητε πιστον ποιεις ο εαν εργαση εις τους αδελφους και τουτο ξενους 6οι εμαρτυρησαν σου τη αγαπη ενωπιον εκκλησιας ους καλως ποιησεις προπεμψας αξιως του θεου 7υπερ γαρ του ονοματος εξηλθον μηδεν λαμβανοντες απο των εθνικων 8ημεις ουν οφειλομεν υπολαμβανειν τους τοιουτους ινα συνεργοι γινωμεθα τη αληθεια 9εγραψα τι τη εκκλησια αλλ ο φιλοπρωτευων αυτων διοτρεφης ουκ επιδεχεται ημας 10δια τουτο εαν ελθω υπομνησω αυτου τα εργα α ποιει λογοις πονηροις φλυαρων ημας και μη αρκουμενος επι τουτοις ουτε αυτος επιδεχεται τους αδελφους και τους βουλομενους κωλυει και εκ της εκκλησιας εκβαλλει 11αγαπητε μη μιμου το κακον αλλα το αγαθον ο αγαθοποιων εκ του θεου εστιν ο κακοποιων ουχ εωρακεν τον θεον 12δημητριω μεμαρτυρηται υπο παντων και υπο αυτης της αληθειας και ημεις δε μαρτυρουμεν και οιδας οτι η μαρτυρια ημων αληθης εστιν 13πολλα ειχον γραψαι σοι αλλ ου θελω δια μελανος και καλαμου σοι γραφειν 14ελπιζω δε ευθεως σε ιδειν και στομα προς στομα λαλησομεν [1 15] ειρηνη σοι ασπαζονται σε οι φιλοι ασπαζου τους φιλους κατ ονομα

« Prev 3 John 1 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |