« Prev 2 Timothy 1 Next »

Chapter 1

1παυλος αποστολος χριστου ιησου δια θεληματος θεου κατ επαγγελιαν ζωης της εν χριστω ιησου 2τιμοθεω αγαπητω τεκνω χαρις ελεος ειρηνη απο θεου πατρος και χριστου ιησου του κυριου ημων 3χαριν εχω τω θεω ω λατρευω απο προγονων εν καθαρα συνειδησει ως αδιαλειπτον εχω την περι σου μνειαν εν ταις δεησεσιν μου νυκτος και ημερας 4επιποθων σε ιδειν μεμνημενος σου των δακρυων ινα χαρας πληρωθω 5υπομνησιν λαβων της εν σοι ανυποκριτου πιστεως ητις ενωκησεν πρωτον εν τη μαμμη σου λωιδι και τη μητρι σου ευνικη πεπεισμαι δε οτι και εν σοι 6δι ην αιτιαν αναμιμνησκω σε αναζωπυρειν το χαρισμα του θεου ο εστιν εν σοι δια της επιθεσεως των χειρων μου 7ου γαρ εδωκεν ημιν ο θεος πνευμα δειλιας αλλα δυναμεως και αγαπης και σωφρονισμου 8μη ουν επαισχυνθης το μαρτυριον του κυριου ημων μηδε εμε τον δεσμιον αυτου αλλα συγκακοπαθησον τω ευαγγελιω κατα δυναμιν θεου 9του σωσαντος ημας και καλεσαντος κλησει αγια ου κατα τα εργα ημων αλλα κατα ιδιαν προθεσιν και χαριν την δοθεισαν ημιν εν χριστω ιησου προ χρονων αιωνιων 10φανερωθεισαν δε νυν δια της επιφανειας του σωτηρος ημων χριστου ιησου καταργησαντος μεν τον θανατον φωτισαντος δε ζωην και αφθαρσιαν δια του ευαγγελιου 11εις ο ετεθην εγω κηρυξ και αποστολος και διδασκαλος 12δι ην αιτιαν και ταυτα πασχω αλλ ουκ επαισχυνομαι οιδα γαρ ω πεπιστευκα και πεπεισμαι οτι δυνατος εστιν την παραθηκην μου φυλαξαι εις εκεινην την ημεραν 13υποτυπωσιν εχε υγιαινοντων λογων ων παρ εμου ηκουσας εν πιστει και αγαπη τη εν χριστω ιησου 14την καλην παραθηκην φυλαξον δια πνευματος αγιου του ενοικουντος εν ημιν 15οιδας τουτο οτι απεστραφησαν με παντες οι εν τη ασια ων εστιν φυγελος και ερμογενης 16δωη ελεος ο κυριος τω ονησιφορου οικω οτι πολλακις με ανεψυξεν και την αλυσιν μου ουκ επαισχυνθη 17αλλα γενομενος εν ρωμη σπουδαιως εζητησεν με και ευρεν 18δωη αυτω ο κυριος ευρειν ελεος παρα κυριου εν εκεινη τη ημερα και οσα εν εφεσω διηκονησεν βελτιον συ γινωσκεις

« Prev 2 Timothy 1 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |