« Prev 2 John 1 Next »

Chapter 1

1ο πρεσβυτερος εκλεκτη κυρια και τοις τεκνοις αυτης ους εγω αγαπω εν αληθεια και ουκ εγω μονος αλλα και παντες οι εγνωκοτες την αληθειαν 2δια την αληθειαν την μενουσαν εν ημιν και μεθ ημων εσται εις τον αιωνα 3εσται μεθ ημων χαρις ελεος ειρηνη παρα θεου πατρος και παρα ιησου χριστου του υιου του πατρος εν αληθεια και αγαπη 4εχαρην λιαν οτι ευρηκα εκ των τεκνων σου περιπατουντας εν αληθεια καθως εντολην ελαβομεν παρα του πατρος 5και νυν ερωτω σε κυρια ουχ ως εντολην γραφων σοι καινην αλλα ην ειχομεν απ αρχης ινα αγαπωμεν αλληλους 6και αυτη εστιν η αγαπη ινα περιπατωμεν κατα τας εντολας αυτου αυτη η εντολη εστιν καθως ηκουσατε απ αρχης ινα εν αυτη περιπατητε 7οτι πολλοι πλανοι εξηλθον εις τον κοσμον οι μη ομολογουντες ιησουν χριστον ερχομενον εν σαρκι ουτος εστιν ο πλανος και ο αντιχριστος 8βλεπετε εαυτους ινα μη απολεσητε α ειργασαμεθα αλλα μισθον πληρη απολαβητε 9πας ο προαγων και μη μενων εν τη διδαχη του χριστου θεον ουκ εχει ο μενων εν τη διδαχη ουτος και τον πατερα και τον υιον εχει 10ει τις ερχεται προς υμας και ταυτην την διδαχην ου φερει μη λαμβανετε αυτον εις οικιαν και χαιρειν αυτω μη λεγετε 11ο λεγων γαρ αυτω χαιρειν κοινωνει τοις εργοις αυτου τοις πονηροις 12πολλα εχων υμιν γραφειν ουκ εβουληθην δια χαρτου και μελανος αλλα ελπιζω γενεσθαι προς υμας και στομα προς στομα λαλησαι ινα η χαρα υμων πεπληρωμενη η 13ασπαζεται σε τα τεκνα της αδελφης σου της εκλεκτης

« Prev 2 John 1 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |