« Prev 2 Corinthians 5 Next »

Chapter 5

1οιδαμεν γαρ οτι εαν η επιγειος ημων οικια του σκηνους καταλυθη οικοδομην εκ θεου εχομεν οικιαν αχειροποιητον αιωνιον εν τοις ουρανοις 2και γαρ εν τουτω στεναζομεν το οικητηριον ημων το εξ ουρανου επενδυσασθαι επιποθουντες 3ει γε και ενδυσαμενοι ου γυμνοι ευρεθησομεθα 4και γαρ οι οντες εν τω σκηνει στεναζομεν βαρουμενοι εφ ω ου θελομεν εκδυσασθαι αλλ επενδυσασθαι ινα καταποθη το θνητον υπο της ζωης 5ο δε κατεργασαμενος ημας εις αυτο τουτο θεος ο δους ημιν τον αρραβωνα του πνευματος 6θαρρουντες ουν παντοτε και ειδοτες οτι ενδημουντες εν τω σωματι εκδημουμεν απο του κυριου 7δια πιστεως γαρ περιπατουμεν ου δια ειδους 8θαρρουμεν δε και ευδοκουμεν μαλλον εκδημησαι εκ του σωματος και ενδημησαι προς τον κυριον 9διο και φιλοτιμουμεθα ειτε ενδημουντες ειτε εκδημουντες ευαρεστοι αυτω ειναι 10τους γαρ παντας ημας φανερωθηναι δει εμπροσθεν του βηματος του χριστου ινα κομισηται εκαστος τα δια του σωματος προς α επραξεν ειτε αγαθον ειτε φαυλον 11ειδοτες ουν τον φοβον του κυριου ανθρωπους πειθομεν θεω δε πεφανερωμεθα ελπιζω δε και εν ταις συνειδησεσιν υμων πεφανερωσθαι 12ου παλιν εαυτους συνιστανομεν υμιν αλλα αφορμην διδοντες υμιν καυχηματος υπερ ημων ινα εχητε προς τους εν προσωπω καυχωμενους και μη εν καρδια 13ειτε γαρ εξεστημεν θεω ειτε σωφρονουμεν υμιν 14η γαρ αγαπη του χριστου συνεχει ημας κριναντας τουτο οτι εις υπερ παντων απεθανεν αρα οι παντες απεθανον 15και υπερ παντων απεθανεν ινα οι ζωντες μηκετι εαυτοις ζωσιν αλλα τω υπερ αυτων αποθανοντι και εγερθεντι 16ωστε ημεις απο του νυν ουδενα οιδαμεν κατα σαρκα ει και εγνωκαμεν κατα σαρκα χριστον αλλα νυν ουκετι γινωσκομεν 17ωστε ει τις εν χριστω καινη κτισις τα αρχαια παρηλθεν ιδου γεγονεν καινα 18τα δε παντα εκ του θεου του καταλλαξαντος ημας εαυτω δια χριστου και δοντος ημιν την διακονιαν της καταλλαγης 19ως οτι θεος ην εν χριστω κοσμον καταλλασσων εαυτω μη λογιζομενος αυτοις τα παραπτωματα αυτων και θεμενος εν ημιν τον λογον της καταλλαγης 20υπερ χριστου ουν πρεσβευομεν ως του θεου παρακαλουντος δι ημων δεομεθα υπερ χριστου καταλλαγητε τω θεω 21τον μη γνοντα αμαρτιαν υπερ ημων αμαρτιαν εποιησεν ινα ημεις γενωμεθα δικαιοσυνη θεου εν αυτω

« Prev 2 Corinthians 5 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |