« Prev 2 Corinthians 2 Next »

Chapter 2

1εκρινα γαρ εμαυτω τουτο το μη παλιν εν λυπη προς υμας ελθειν 2ει γαρ εγω λυπω υμας και τις ο ευφραινων με ει μη ο λυπουμενος εξ εμου 3και εγραψα τουτο αυτο ινα μη ελθων λυπην σχω αφ ων εδει με χαιρειν πεποιθως επι παντας υμας οτι η εμη χαρα παντων υμων εστιν 4εκ γαρ πολλης θλιψεως και συνοχης καρδιας εγραψα υμιν δια πολλων δακρυων ουχ ινα λυπηθητε αλλα την αγαπην ινα γνωτε ην εχω περισσοτερως εις υμας 5ει δε τις λελυπηκεν ουκ εμε λελυπηκεν αλλα απο μερους ινα μη επιβαρω παντας υμας 6ικανον τω τοιουτω η επιτιμια αυτη η υπο των πλειονων 7ωστε τουναντιον υμας χαρισασθαι και παρακαλεσαι μη πως τη περισσοτερα λυπη καταποθη ο τοιουτος 8διο παρακαλω υμας κυρωσαι εις αυτον αγαπην 9εις τουτο γαρ και εγραψα ινα γνω την δοκιμην υμων ει εις παντα υπηκοοι εστε 10ω δε τι χαριζεσθε καγω και γαρ εγω ο κεχαρισμαι ει τι κεχαρισμαι δι υμας εν προσωπω χριστου 11ινα μη πλεονεκτηθωμεν υπο του σατανα ου γαρ αυτου τα νοηματα αγνοουμεν 12ελθων δε εις την τρωαδα εις το ευαγγελιον του χριστου και θυρας μοι ανεωγμενης εν κυριω 13ουκ εσχηκα ανεσιν τω πνευματι μου τω μη ευρειν με τιτον τον αδελφον μου αλλα αποταξαμενος αυτοις εξηλθον εις μακεδονιαν 14τω δε θεω χαρις τω παντοτε θριαμβευοντι ημας εν τω χριστω και την οσμην της γνωσεως αυτου φανερουντι δι ημων εν παντι τοπω 15οτι χριστου ευωδια εσμεν τω θεω εν τοις σωζομενοις και εν τοις απολλυμενοις 16οις μεν οσμη εκ θανατου εις θανατον οις δε οσμη εκ ζωης εις ζωην και προς ταυτα τις ικανος 17ου γαρ εσμεν ως οι πολλοι καπηλευοντες τον λογον του θεου αλλ ως εξ ειλικρινειας αλλ ως εκ θεου κατεναντι θεου εν χριστω λαλουμεν

« Prev 2 Corinthians 2 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |