« Prev 2 Corinthians 12 Next »

Chapter 12

1καυχασθαι δει ου συμφερον μεν ελευσομαι δε εις οπτασιας και αποκαλυψεις κυριου 2οιδα ανθρωπον εν χριστω προ ετων δεκατεσσαρων ειτε εν σωματι ουκ οιδα ειτε εκτος του σωματος ουκ οιδα ο θεος οιδεν αρπαγεντα τον τοιουτον εως τριτου ουρανου 3και οιδα τον τοιουτον ανθρωπον ειτε εν σωματι ειτε χωρις του σωματος [ουκ οιδα] ο θεος οιδεν 4οτι ηρπαγη εις τον παραδεισον και ηκουσεν αρρητα ρηματα α ουκ εξον ανθρωπω λαλησαι 5υπερ του τοιουτου καυχησομαι υπερ δε εμαυτου ου καυχησομαι ει μη εν ταις ασθενειαις 6εαν γαρ θελησω καυχησασθαι ουκ εσομαι αφρων αληθειαν γαρ ερω φειδομαι δε μη τις εις εμε λογισηται υπερ ο βλεπει με η ακουει εξ εμου 7και τη υπερβολη των αποκαλυψεων διο ινα μη υπεραιρωμαι εδοθη μοι σκολοψ τη σαρκι αγγελος σατανα ινα με κολαφιζη ινα μη υπεραιρωμαι 8υπερ τουτου τρις τον κυριον παρεκαλεσα ινα αποστη απ εμου 9και ειρηκεν μοι αρκει σοι η χαρις μου η γαρ δυναμις εν ασθενεια τελειται ηδιστα ουν μαλλον καυχησομαι εν ταις ασθενειαις ινα επισκηνωση επ εμε η δυναμις του χριστου 10διο ευδοκω εν ασθενειαις εν υβρεσιν εν αναγκαις εν διωγμοις και στενοχωριαις υπερ χριστου οταν γαρ ασθενω τοτε δυνατος ειμι 11γεγονα αφρων υμεις με ηναγκασατε εγω γαρ ωφειλον υφ υμων συνιστασθαι ουδεν γαρ υστερησα των υπερ λιαν αποστολων ει και ουδεν ειμι 12τα μεν σημεια του αποστολου κατειργασθη εν υμιν εν παση υπομονη σημειοις [τε] και τερασιν και δυναμεσιν 13τι γαρ εστιν ο ησσωθητε υπερ τας λοιπας εκκλησιας ει μη οτι αυτος εγω ου κατεναρκησα υμων χαρισασθε μοι την αδικιαν ταυτην 14ιδου τριτον τουτο ετοιμως εχω ελθειν προς υμας και ου καταναρκησω ου γαρ ζητω τα υμων αλλα υμας ου γαρ οφειλει τα τεκνα τοις γονευσιν θησαυριζειν αλλα οι γονεις τοις τεκνοις 15εγω δε ηδιστα δαπανησω και εκδαπανηθησομαι υπερ των ψυχων υμων ει περισσοτερως υμας αγαπω ησσον αγαπωμαι 16εστω δε εγω ου κατεβαρησα υμας αλλα υπαρχων πανουργος δολω υμας ελαβον 17μη τινα ων απεσταλκα προς υμας δι αυτου επλεονεκτησα υμας 18παρεκαλεσα τιτον και συναπεστειλα τον αδελφον μητι επλεονεκτησεν υμας τιτος ου τω αυτω πνευματι περιεπατησαμεν ου τοις αυτοις ιχνεσιν 19παλαι δοκειτε οτι υμιν απολογουμεθα κατεναντι θεου εν χριστω λαλουμεν τα δε παντα αγαπητοι υπερ της υμων οικοδομης 20φοβουμαι γαρ μη πως ελθων ουχ οιους θελω ευρω υμας καγω ευρεθω υμιν οιον ου θελετε μη πως ερις ζηλος θυμοι εριθειαι καταλαλιαι ψιθυρισμοι φυσιωσεις ακαταστασιαι 21μη παλιν ελθοντος μου ταπεινωση με ο θεος μου προς υμας και πενθησω πολλους των προημαρτηκοτων και μη μετανοησαντων επι τη ακαθαρσια και πορνεια και ασελγεια η επραξαν

« Prev 2 Corinthians 12 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |