« Prev 2 Corinthians 10 Next »

Chapter 10

1αυτος δε εγω παυλος παρακαλω υμας δια της πραυτητος και επιεικειας του χριστου ος κατα προσωπον μεν ταπεινος εν υμιν απων δε θαρρω εις υμας 2δεομαι δε το μη παρων θαρρησαι τη πεποιθησει η λογιζομαι τολμησαι επι τινας τους λογιζομενους ημας ως κατα σαρκα περιπατουντας 3εν σαρκι γαρ περιπατουντες ου κατα σαρκα στρατευομεθα 4τα γαρ οπλα της στρατειας ημων ου σαρκικα αλλα δυνατα τω θεω προς καθαιρεσιν οχυρωματων 5λογισμους καθαιρουντες και παν υψωμα επαιρομενον κατα της γνωσεως του θεου και αιχμαλωτιζοντες παν νοημα εις την υπακοην του χριστου 6και εν ετοιμω εχοντες εκδικησαι πασαν παρακοην οταν πληρωθη υμων η υπακοη 7τα κατα προσωπον βλεπετε ει τις πεποιθεν εαυτω χριστου ειναι τουτο λογιζεσθω παλιν εφ εαυτου οτι καθως αυτος χριστου ουτως και ημεις 8εαν τε γαρ περισσοτερον τι καυχησωμαι περι της εξουσιας ημων ης εδωκεν ο κυριος εις οικοδομην και ουκ εις καθαιρεσιν υμων ουκ αισχυνθησομαι 9ινα μη δοξω ως αν εκφοβειν υμας δια των επιστολων 10οτι αι επιστολαι μεν φησιν βαρειαι και ισχυραι η δε παρουσια του σωματος ασθενης και ο λογος εξουθενημενος 11τουτο λογιζεσθω ο τοιουτος οτι οιοι εσμεν τω λογω δι επιστολων αποντες τοιουτοι και παροντες τω εργω 12ου γαρ τολμωμεν εγκριναι η συγκριναι εαυτους τισιν των εαυτους συνιστανοντων αλλα αυτοι εν εαυτοις εαυτους μετρουντες και συγκρινοντες εαυτους εαυτοις ου συνιασιν 13ημεις δε ουκ εις τα αμετρα καυχησομεθα αλλα κατα το μετρον του κανονος ου εμερισεν ημιν ο θεος μετρου εφικεσθαι αχρι και υμων 14ου γαρ ως μη εφικνουμενοι εις υμας υπερεκτεινομεν εαυτους αχρι γαρ και υμων εφθασαμεν εν τω ευαγγελιω του χριστου 15ουκ εις τα αμετρα καυχωμενοι εν αλλοτριοις κοποις ελπιδα δε εχοντες αυξανομενης της πιστεως υμων εν υμιν μεγαλυνθηναι κατα τον κανονα ημων εις περισσειαν 16εις τα υπερεκεινα υμων ευαγγελισασθαι ουκ εν αλλοτριω κανονι εις τα ετοιμα καυχησασθαι 17ο δε καυχωμενος εν κυριω καυχασθω 18ου γαρ ο εαυτον συνιστανων εκεινος εστιν δοκιμος αλλα ον ο κυριος συνιστησιν

« Prev 2 Corinthians 10 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |