« Prev 1 Peter 5 Next »

Chapter 5

1πρεσβυτερους ουν εν υμιν παρακαλω ο συμπρεσβυτερος και μαρτυς των του χριστου παθηματων ο και της μελλουσης αποκαλυπτεσθαι δοξης κοινωνος 2ποιμανατε το εν υμιν ποιμνιον του θεου μη αναγκαστως αλλα εκουσιως μηδε αισχροκερδως αλλα προθυμως 3μηδ ως κατακυριευοντες των κληρων αλλα τυποι γινομενοι του ποιμνιου 4και φανερωθεντος του αρχιποιμενος κομιεισθε τον αμαραντινον της δοξης στεφανον 5ομοιως νεωτεροι υποταγητε πρεσβυτεροις παντες δε αλληλοις την ταπεινοφροσυνην εγκομβωσασθε οτι [ο] θεος υπερηφανοις αντιτασσεται ταπεινοις δε διδωσιν χαριν 6ταπεινωθητε ουν υπο την κραταιαν χειρα του θεου ινα υμας υψωση εν καιρω 7πασαν την μεριμναν υμων επιριψαντες επ αυτον οτι αυτω μελει περι υμων 8νηψατε γρηγορησατε ο αντιδικος υμων διαβολος ως λεων ωρυομενος περιπατει ζητων καταπιειν 9ω αντιστητε στερεοι τη πιστει ειδοτες τα αυτα των παθηματων τη εν τω κοσμω υμων αδελφοτητι επιτελεισθαι 10ο δε θεος πασης χαριτος ο καλεσας υμας εις την αιωνιον αυτου δοξαν εν χριστω ολιγον παθοντας αυτος καταρτισει στηριξει σθενωσει 11αυτω το κρατος εις τους αιωνας αμην 12δια σιλουανου υμιν του πιστου αδελφου ως λογιζομαι δι ολιγων εγραψα παρακαλων και επιμαρτυρων ταυτην ειναι αληθη χαριν του θεου εις ην στητε 13ασπαζεται υμας η εν βαβυλωνι συνεκλεκτη και μαρκος ο υιος μου 14ασπασασθε αλληλους εν φιληματι αγαπης ειρηνη υμιν πασιν τοις εν χριστω

« Prev 1 Peter 5 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |