« Prev 1 Peter 2 Next »

Chapter 2

1αποθεμενοι ουν πασαν κακιαν και παντα δολον και υποκρισιν και φθονους και πασας καταλαλιας 2ως αρτιγεννητα βρεφη το λογικον αδολον γαλα επιποθησατε ινα εν αυτω αυξηθητε εις σωτηριαν 3ει εγευσασθε οτι χρηστος ο κυριος 4προς ον προσερχομενοι λιθον ζωντα υπο ανθρωπων μεν αποδεδοκιμασμενον παρα δε θεω εκλεκτον εντιμον 5και αυτοι ως λιθοι ζωντες οικοδομεισθε οικος πνευματικος εις ιερατευμα αγιον ανενεγκαι πνευματικας θυσιας ευπροσδεκτους θεω δια ιησου χριστου 6διοτι περιεχει εν γραφη ιδου τιθημι εν σιων λιθον εκλεκτον ακρογωνιαιον εντιμον και ο πιστευων επ αυτω ου μη καταισχυνθη 7υμιν ουν η τιμη τοις πιστευουσιν απιστουσιν δε λιθος ον απεδοκιμασαν οι οικοδομουντες ουτος εγενηθη εις κεφαλην γωνιας 8και λιθος προσκομματος και πετρα σκανδαλου οι προσκοπτουσιν τω λογω απειθουντες εις ο και ετεθησαν 9υμεις δε γενος εκλεκτον βασιλειον ιερατευμα εθνος αγιον λαος εις περιποιησιν οπως τας αρετας εξαγγειλητε του εκ σκοτους υμας καλεσαντος εις το θαυμαστον αυτου φως 10οι ποτε ου λαος νυν δε λαος θεου οι ουκ ηλεημενοι νυν δε ελεηθεντες 11αγαπητοι παρακαλω ως παροικους και παρεπιδημους απεχεσθαι των σαρκικων επιθυμιων αιτινες στρατευονται κατα της ψυχης 12την αναστροφην υμων εν τοις εθνεσιν εχοντες καλην ινα εν ω καταλαλουσιν υμων ως κακοποιων εκ των καλων εργων εποπτευοντες δοξασωσιν τον θεον εν ημερα επισκοπης 13υποταγητε παση ανθρωπινη κτισει δια τον κυριον ειτε βασιλει ως υπερεχοντι 14ειτε ηγεμοσιν ως δι αυτου πεμπομενοις εις εκδικησιν κακοποιων επαινον δε αγαθοποιων 15οτι ουτως εστιν το θελημα του θεου αγαθοποιουντας φιμουν την των αφρονων ανθρωπων αγνωσιαν 16ως ελευθεροι και μη ως επικαλυμμα εχοντες της κακιας την ελευθεριαν αλλ ως θεου δουλοι 17παντας τιμησατε την αδελφοτητα αγαπατε τον θεον φοβεισθε τον βασιλεα τιματε 18οι οικεται υποτασσομενοι εν παντι φοβω τοις δεσποταις ου μονον τοις αγαθοις και επιεικεσιν αλλα και τοις σκολιοις 19τουτο γαρ χαρις ει δια συνειδησιν θεου υποφερει τις λυπας πασχων αδικως 20ποιον γαρ κλεος ει αμαρτανοντες και κολαφιζομενοι υπομενειτε αλλ ει αγαθοποιουντες και πασχοντες υπομενειτε τουτο χαρις παρα θεω 21εις τουτο γαρ εκληθητε οτι και χριστος επαθεν υπερ υμων υμιν υπολιμπανων υπογραμμον ινα επακολουθησητε τοις ιχνεσιν αυτου 22ος αμαρτιαν ουκ εποιησεν ουδε ευρεθη δολος εν τω στοματι αυτου 23ος λοιδορουμενος ουκ αντελοιδορει πασχων ουκ ηπειλει παρεδιδου δε τω κρινοντι δικαιως 24ος τας αμαρτιας ημων αυτος ανηνεγκεν εν τω σωματι αυτου επι το ξυλον ινα ταις αμαρτιαις απογενομενοι τη δικαιοσυνη ζησωμεν ου τω μωλωπι ιαθητε 25ητε γαρ ως προβατα πλανωμενοι αλλα επεστραφητε νυν επι τον ποιμενα και επισκοπον των ψυχων υμων

« Prev 1 Peter 2 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |