« Prev 1 Corinthians 7 Next »

Chapter 7

1περι δε ων εγραψατε καλον ανθρωπω γυναικος μη απτεσθαι 2δια δε τας πορνειας εκαστος την εαυτου γυναικα εχετω και εκαστη τον ιδιον ανδρα εχετω 3τη γυναικι ο ανηρ την οφειλην αποδιδοτω ομοιως δε και η γυνη τω ανδρι 4η γυνη του ιδιου σωματος ουκ εξουσιαζει αλλα ο ανηρ ομοιως δε και ο ανηρ του ιδιου σωματος ουκ εξουσιαζει αλλα η γυνη 5μη αποστερειτε αλληλους ει μητι [αν] εκ συμφωνου προς καιρον ινα σχολασητε τη προσευχη και παλιν επι το αυτο ητε ινα μη πειραζη υμας ο σατανας δια την ακρασιαν [υμων] 6τουτο δε λεγω κατα συγγνωμην ου κατ επιταγην 7θελω δε παντας ανθρωπους ειναι ως και εμαυτον αλλα εκαστος ιδιον εχει χαρισμα εκ θεου ο μεν ουτως ο δε ουτως 8λεγω δε τοις αγαμοις και ταις χηραις καλον αυτοις εαν μεινωσιν ως καγω 9ει δε ουκ εγκρατευονται γαμησατωσαν κρειττον γαρ εστιν γαμειν η πυρουσθαι 10τοις δε γεγαμηκοσιν παραγγελλω ουκ εγω αλλα ο κυριος γυναικα απο ανδρος μη χωρισθηναι 11εαν δε και χωρισθη μενετω αγαμος η τω ανδρι καταλλαγητω και ανδρα γυναικα μη αφιεναι 12τοις δε λοιποις λεγω εγω ουχ ο κυριος ει τις αδελφος γυναικα εχει απιστον και αυτη συνευδοκει οικειν μετ αυτου μη αφιετω αυτην 13και γυνη ητις εχει ανδρα απιστον και ουτος συνευδοκει οικειν μετ αυτης μη αφιετω τον ανδρα 14ηγιασται γαρ ο ανηρ ο απιστος εν τη γυναικι και ηγιασται η γυνη η απιστος εν τω αδελφω επει αρα τα τεκνα υμων ακαθαρτα εστιν νυν δε αγια εστιν 15ει δε ο απιστος χωριζεται χωριζεσθω ου δεδουλωται ο αδελφος η η αδελφη εν τοις τοιουτοις εν δε ειρηνη κεκληκεν υμας ο θεος 16τι γαρ οιδας γυναι ει τον ανδρα σωσεις η τι οιδας ανερ ει την γυναικα σωσεις 17ει μη εκαστω ως μεμερικεν ο κυριος εκαστον ως κεκληκεν ο θεος ουτως περιπατειτω και ουτως εν ταις εκκλησιαις πασαις διατασσομαι 18περιτετμημενος τις εκληθη μη επισπασθω εν ακροβυστια κεκληται τις μη περιτεμνεσθω 19η περιτομη ουδεν εστιν και η ακροβυστια ουδεν εστιν αλλα τηρησις εντολων θεου 20εκαστος εν τη κλησει η εκληθη εν ταυτη μενετω 21δουλος εκληθης μη σοι μελετω αλλ ει και δυνασαι ελευθερος γενεσθαι μαλλον χρησαι 22ο γαρ εν κυριω κληθεις δουλος απελευθερος κυριου εστιν ομοιως ο ελευθερος κληθεις δουλος εστιν χριστου 23τιμης ηγορασθητε μη γινεσθε δουλοι ανθρωπων 24εκαστος εν ω εκληθη αδελφοι εν τουτω μενετω παρα θεω 25περι δε των παρθενων επιταγην κυριου ουκ εχω γνωμην δε διδωμι ως ηλεημενος υπο κυριου πιστος ειναι 26νομιζω ουν τουτο καλον υπαρχειν δια την ενεστωσαν αναγκην οτι καλον ανθρωπω το ουτως ειναι 27δεδεσαι γυναικι μη ζητει λυσιν λελυσαι απο γυναικος μη ζητει γυναικα 28εαν δε και γαμησης ουχ ημαρτες και εαν γημη [η] παρθενος ουχ ημαρτεν θλιψιν δε τη σαρκι εξουσιν οι τοιουτοι εγω δε υμων φειδομαι 29τουτο δε φημι αδελφοι ο καιρος συνεσταλμενος εστιν το λοιπον ινα και οι εχοντες γυναικας ως μη εχοντες ωσιν 30και οι κλαιοντες ως μη κλαιοντες και οι χαιροντες ως μη χαιροντες και οι αγοραζοντες ως μη κατεχοντες 31και οι χρωμενοι τον κοσμον ως μη καταχρωμενοι παραγει γαρ το σχημα του κοσμου τουτου 32θελω δε υμας αμεριμνους ειναι ο αγαμος μεριμνα τα του κυριου πως αρεση τω κυριω 33ο δε γαμησας μεριμνα τα του κοσμου πως αρεση τη γυναικι 34και μεμερισται και η γυνη η αγαμος και η παρθενος μεριμνα τα του κυριου ινα η αγια [και] τω σωματι και τω πνευματι η δε γαμησασα μεριμνα τα του κοσμου πως αρεση τω ανδρι 35τουτο δε προς το υμων αυτων συμφορον λεγω ουχ ινα βροχον υμιν επιβαλω αλλα προς το ευσχημον και ευπαρεδρον τω κυριω απερισπαστως 36ει δε τις ασχημονειν επι την παρθενον αυτου νομιζει εαν η υπερακμος και ουτως οφειλει γινεσθαι ο θελει ποιειτω ουχ αμαρτανει γαμειτωσαν 37ος δε εστηκεν εν τη καρδια αυτου εδραιος μη εχων αναγκην εξουσιαν δε εχει περι του ιδιου θεληματος και τουτο κεκρικεν εν τη ιδια καρδια τηρειν την εαυτου παρθενον καλως ποιησει 38ωστε και ο γαμιζων την εαυτου παρθενον καλως ποιει και ο μη γαμιζων κρεισσον ποιησει 39γυνη δεδεται εφ οσον χρονον ζη ο ανηρ αυτης εαν δε κοιμηθη ο ανηρ ελευθερα εστιν ω θελει γαμηθηναι μονον εν κυριω 40μακαριωτερα δε εστιν εαν ουτως μεινη κατα την εμην γνωμην δοκω γαρ καγω πνευμα θεου εχειν

« Prev 1 Corinthians 7 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |