« Prev 1 Corinthians 14 Next »

Chapter 14

1διωκετε την αγαπην ζηλουτε δε τα πνευματικα μαλλον δε ινα προφητευητε 2ο γαρ λαλων γλωσση ουκ ανθρωποις λαλει αλλα θεω ουδεις γαρ ακουει πνευματι δε λαλει μυστηρια 3ο δε προφητευων ανθρωποις λαλει οικοδομην και παρακλησιν και παραμυθιαν 4ο λαλων γλωσση εαυτον οικοδομει ο δε προφητευων εκκλησιαν οικοδομει 5θελω δε παντας υμας λαλειν γλωσσαις μαλλον δε ινα προφητευητε μειζων δε ο προφητευων η ο λαλων γλωσσαις εκτος ει μη διερμηνευη ινα η εκκλησια οικοδομην λαβη 6νυν δε αδελφοι εαν ελθω προς υμας γλωσσαις λαλων τι υμας ωφελησω εαν μη υμιν λαλησω η εν αποκαλυψει η εν γνωσει η εν προφητεια η εν διδαχη 7ομως τα αψυχα φωνην διδοντα ειτε αυλος ειτε κιθαρα εαν διαστολην τοις φθογγοις μη δω πως γνωσθησεται το αυλουμενον η το κιθαριζομενον 8και γαρ εαν αδηλον σαλπιγξ φωνην δω τις παρασκευασεται εις πολεμον 9ουτως και υμεις δια της γλωσσης εαν μη ευσημον λογον δωτε πως γνωσθησεται το λαλουμενον εσεσθε γαρ εις αερα λαλουντες 10τοσαυτα ει τυχοι γενη φωνων εισιν εν κοσμω και ουδεν αφωνον 11εαν ουν μη ειδω την δυναμιν της φωνης εσομαι τω λαλουντι βαρβαρος και ο λαλων εν εμοι βαρβαρος 12ουτως και υμεις επει ζηλωται εστε πνευματων προς την οικοδομην της εκκλησιας ζητειτε ινα περισσευητε 13διο ο λαλων γλωσση προσευχεσθω ινα διερμηνευη 14εαν [γαρ] προσευχωμαι γλωσση το πνευμα μου προσευχεται ο δε νους μου ακαρπος εστιν 15τι ουν εστιν προσευξομαι τω πνευματι προσευξομαι δε και τω νοι ψαλω τω πνευματι ψαλω [δε] και τω νοι 16επει εαν ευλογης [εν] πνευματι ο αναπληρων τον τοπον του ιδιωτου πως ερει το αμην επι τη ση ευχαριστια επειδη τι λεγεις ουκ οιδεν 17συ μεν γαρ καλως ευχαριστεις αλλ ο ετερος ουκ οικοδομειται 18ευχαριστω τω θεω παντων υμων μαλλον γλωσσαις λαλω 19αλλα εν εκκλησια θελω πεντε λογους τω νοι μου λαλησαι ινα και αλλους κατηχησω η μυριους λογους εν γλωσση 20αδελφοι μη παιδια γινεσθε ταις φρεσιν αλλα τη κακια νηπιαζετε ταις δε φρεσιν τελειοι γινεσθε 21εν τω νομω γεγραπται οτι εν ετερογλωσσοις και εν χειλεσιν ετερων λαλησω τω λαω τουτω και ουδ ουτως εισακουσονται μου λεγει κυριος 22ωστε αι γλωσσαι εις σημειον εισιν ου τοις πιστευουσιν αλλα τοις απιστοις η δε προφητεια ου τοις απιστοις αλλα τοις πιστευουσιν 23εαν ουν συνελθη η εκκλησια ολη επι το αυτο και παντες λαλωσιν γλωσσαις εισελθωσιν δε ιδιωται η απιστοι ουκ ερουσιν οτι μαινεσθε 24εαν δε παντες προφητευωσιν εισελθη δε τις απιστος η ιδιωτης ελεγχεται υπο παντων ανακρινεται υπο παντων 25τα κρυπτα της καρδιας αυτου φανερα γινεται και ουτως πεσων επι προσωπον προσκυνησει τω θεω απαγγελλων οτι οντως ο θεος εν υμιν εστιν 26τι ουν εστιν αδελφοι οταν συνερχησθε εκαστος ψαλμον εχει διδαχην εχει αποκαλυψιν εχει γλωσσαν εχει ερμηνειαν εχει παντα προς οικοδομην γινεσθω 27ειτε γλωσση τις λαλει κατα δυο η το πλειστον τρεις και ανα μερος και εις διερμηνευετω 28εαν δε μη η διερμηνευτης σιγατω εν εκκλησια εαυτω δε λαλειτω και τω θεω 29προφηται δε δυο η τρεις λαλειτωσαν και οι αλλοι διακρινετωσαν 30εαν δε αλλω αποκαλυφθη καθημενω ο πρωτος σιγατω 31δυνασθε γαρ καθ ενα παντες προφητευειν ινα παντες μανθανωσιν και παντες παρακαλωνται 32και πνευματα προφητων προφηταις υποτασσεται 33ου γαρ εστιν ακαταστασιας ο θεος αλλα ειρηνης ως εν πασαις ταις εκκλησιαις των αγιων 34αι γυναικες εν ταις εκκλησιαις σιγατωσαν ου γαρ επιτρεπεται αυταις λαλειν αλλα υποτασσεσθωσαν καθως και ο νομος λεγει 35ει δε τι μανθανειν θελουσιν εν οικω τους ιδιους ανδρας επερωτατωσαν αισχρον γαρ εστιν γυναικι λαλειν εν εκκλησια 36η αφ υμων ο λογος του θεου εξηλθεν η εις υμας μονους κατηντησεν 37ει τις δοκει προφητης ειναι η πνευματικος επιγινωσκετω α γραφω υμιν οτι κυριου εστιν εντολη 38ει δε τις αγνοει αγνοειται 39ωστε αδελφοι μου ζηλουτε το προφητευειν και το λαλειν μη κωλυετε γλωσσαις 40παντα δε ευσχημονως και κατα ταξιν γινεσθω

« Prev 1 Corinthians 14 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |