« Prev Titus 2 Next »

Chapter 2

1συ δε λαλει α πρεπει τη υγιαινουση διδασκαλια 2πρεσβυτας νηφαλιους ειναι σεμνους σωφρονας υγιαινοντας τη πιστει τη αγαπη τη υπομονη 3πρεσβυτιδας ωσαυτως εν καταστηματι ιεροπρεπεις μη διαβολους μηδε οινω πολλω δεδουλωμενας καλοδιδασκαλους 4ινα σωφρονιζωσιν τας νεας φιλανδρους ειναι φιλοτεκνους 5σωφρονας αγνας οικουργους αγαθας υποτασσομενας τοις ιδιοις ανδρασιν ινα μη ο λογος του θεου βλασφημηται 6τους νεωτερους ωσαυτως παρακαλει σωφρονειν 7περι παντα σεαυτον παρεχομενος τυπον καλων εργων εν τη διδασκαλια αφθοριαν σεμνοτητα 8λογον υγιη ακαταγνωστον ινα ο εξ εναντιας εντραπη μηδεν εχων λεγειν περι ημων φαυλον 9δουλους ιδιοις δεσποταις υποτασσεσθαι εν πασιν ευαρεστους ειναι μη αντιλεγοντας 10μη νοσφιζομενους αλλα πασαν πιστιν ενδεικνυμενους αγαθην ινα την διδασκαλιαν την του σωτηρος ημων θεου κοσμωσιν εν πασιν 11επεφανη γαρ η χαρις του θεου σωτηριος πασιν ανθρωποις 12παιδευουσα ημας ινα αρνησαμενοι την ασεβειαν και τας κοσμικας επιθυμιας σωφρονως και δικαιως και ευσεβως ζησωμεν εν τω νυν αιωνι 13προσδεχομενοι την μακαριαν ελπιδα και επιφανειαν της δοξης του μεγαλου θεου και σωτηρος ημων χριστου ιησου 14ος εδωκεν εαυτον υπερ ημων ινα λυτρωσηται ημας απο πασης ανομιας και καθαριση εαυτω λαον περιουσιον ζηλωτην καλων εργων 15ταυτα λαλει και παρακαλει και ελεγχε μετα πασης επιταγης μηδεις σου περιφρονειτω

« Prev Titus 2 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |